Ancient Greek · ~15 min
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 11, 34 >ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὁφθαλμός σου<.1
Not analysed yet
Δοκεῖ γάρ μοι ἐν τῷ. >ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὁφθαλμός< τοιοῦτόν τι ἀποφαίνεσθαι. τὸ διορατικὸν ἐν τῇ ὅλη ψυχῇ, ἐν τῷ ὅλῳ ἀνθρώπῳ ὁ νοῦς ἐστιν. Ἵνα δέ τούτου ἐπιμέλειαν ποιώμεθα, εἴρηται τό· >ἔστωσαν ὑμῖν οἱ λύχνοι καιόμενοι<· οἱονεὶ γὰρ ἅπτομεν τὸν ἐν ἡμῖν λύχνον, ἐπιμέλειαν τῆς ἐν νοητικῆς νοητικῆς δυνάμεως ποιούμενοι. Τοιοῦτόν ἐστι καὶ τό· >οὐδεὶς λύχνον ἅψας εἰς τὴν κρυπτὴν τίθησιν, ἀλλ' ἐπὶ τὴν λυχνίαν<· ἅπτουσι γὰρ λύχνον οἷς μέλει σοφίας καὶ λόγου καὶ τῆς περὶ τὰ θεῖα γυμωασίας, ἶνα γένωνται τέλειοι, οὐκ ἄλλως ἐγγινομένης τῆς τελειότητός τινι ἢ ἐκ τῆς κατὰ τὰ θεῖα αἰσθητήρια καὶ νοητὰ γυμνασίας, ὅπερ σαφές ἐποίει Παῦλος λέγων· >τελειων δέ ἐστιν ἡ στερεὰ τροφὴ τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόνυτων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ<· οὖτοί εἰσιν οἷς δύναται λαλεῖσθαι ἡ τοῖς τελείοις λαλουμένη σοφία, περὶ ἧς φησιν· >σοφίαν δέ λαλοῦμεν ἐν τοῖς τελείοις< Ὀφθαλμόν γε μὴν κυρίως φησὶν τὸν ἐν ἡμῖν νοῦν, περὶ ὅν ἐστιν ἡ ἀρχὴ ἐν μόνῳ τῷ σπουδαίῳ τῆς ἁπλότητος, μηδεμίαν ἔχοντι διπλόην καὶ δόλον καὶ σχίσιν καὶ διάστασιν καὶ μερισμὸν ἐν αὐτῷ. ἐν δὲ τῷ φαύλῳ τῆς πονηρίας καὶ παντὸς ἁμαρτήματος. Ἐπίσκεψαι δέ, εἰ δύνασαι τροπολογῆσαι ἀκολούθως τῷ >ὀφθαλμῷ< καὶ τὸ >σῶμα<, ὥστε ἤτοι τὴν ὅλην ψυχήν, κἂν μὴ σωματικὴ τυγχάνῃ, φάσκειν νῦν λέγεσθαι τὸ σῶμα —νοῦν γὰρ ἐν ψυχῇ ἀνθρώπου ὁ θεὸς ἐποίησεν —ἢ τό λοιπὸν παρὰ τὸν νοῦν, τοῦτ’ ἔστι τὸ σύνθετον ἐκ τῆς λοιπῆς ψυχῆς καὶ τοῦ σώματος, λέγειν εἶναι τὸ σῶμα. Φωτίζεται γὰρ ὑπὸ τοῦ νοῦ κυρίως μέν ὅλη ψυχή, εἴποι δ' ἄν τις, ὅτι φθάνει καὶ ἐπὶ τὸ σῶμα τοῦ νοῦ ἤτοι ἁπλότης —ἀγόμενον ὑπ' αὐτοῦ —ἢ πονηρία —χρώμενον αὐτῷ ὀργανικῶς εἰς ἁμαρτίαν. Καὶ μὴ θαυμάσῃς δέ, εἰ ἐν τῷ. >ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμὸς< τροπολογι- κῶς τὸ σῶμα ἐπὶ τῆς ψυχῆς λαμβάνομεν, καίτοι γε τῷ ἱδίῳ λόγῳ οὔσης ἁοράτου καὶ ἀσωμάτου —κατὰ γὰρ τὴν εἰκόνα γέγονε τοῦ ἀοράτου θεοῦ —,ἐπείπερ τροπολογικῶς καὶ τὰς δυνάμεις τῆς ψυχῆς εὑρίσκομεν ὁμωνύ- μως τοῖς σωματικοῖς μέρεσιν οὐκ οὔσας >σώματα< ὀνομαξομένας. Ἐν γὰρ τῷ· >φώτισον τοὺς ὀφθαλμούς μου< οὐ σωματικοὶ δηλοῦνται ὀφθαλμοί, ἀλλὰ καὶ ἐν τῷ. >προσέθηκέ μοι ὠτίον< οὐ περὶ σωμάτων ἐστὶν ὁ λόγος, οὐδ’ ὅταν λέγη· >ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω<. Ἐν δέ τῷ Ἄισματι τῆς νύμφης, ἤτοι ἐπὶ τὴν τοῦ ἀνθρώπου ψυχὴν ἀναγομένης νυμφίῳ κοινωνούσης τῷ χριστῷ ἢ ἐπὶ τὴν ἐκκλησίαν, καὶ >τρίχωμα< ἰδίως καὶ >ὀδόντες< καὶ >χείλη< καὶ >τράχηλος< καὶ >μαστοὶ< ἐπαινοῦνται ὑπὸ τοῦ νυμφίου, ἀναγομένων τούτων, ἐὰν περὶ ψυχῆς ἐρμηνεύηται, ἐπὶ τὰς δυνάμεις αὐτῆς. Εὕροις δ’ ἂν καὶ τό· >ὀ πούς μου οὐ μὴ προσχόφῃ< ἀναφερόμενον ἐπὶ τὴν πορευτικὴν τῆς ψυχῆς δύναμιν. Πολλὰ δ'ἂν καὶ αὐτὸς εὑρήσεις τοιαῦτα ἐπιστήσας τῇ γραφῆ κείμενα, ἀφ' ὦν δυνήσῃ μὴ προσκόψαι τῇ ἀποδόσει τοῦ πῶς τὸ σῶμα εἴρηται ἐν τῷ. >ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμὸς< καὶ τοῖς ἐν τῷ τόπῳ ὁμοίοις. Εὑρήσεις δέ ἐν ταῖς Παροιμίαις τὸ >αἴσθησιν θείαν< ἐν ἐπαγγελίᾳ λεγόμενον, πρὸς ἀντιδιαστολὴν τῆς μὴ >θείας αἰσθήσεως<. Οὐ >θεία< μὲν γὰρ >αἴσθησις< ἧς καὶ τὰ ἄλογα ζῷα κεκοινώνηκεν ,ὁρῶντα καὶ ἀκούοντα, γευόμενά τε καὶ ὁσφραινόμενα καὶ ἁπτόμενα. >θεία< δέ ἧς οὐδὲ πάντες ἄνθρωποι μετέχουσιν, ἀλλ' οἶ τοιαῦτα ποιήσαντες, οἶς ἐπιφέρεται τό· >αἴσθησιν θείαν εὐρήσεις<. Διόπερ μὴ θαυμάσῃς, εἰ καὶ τὸ τοῦ >σώματος< ὄνομα ἀνάλογον τοῖς ὀνόμασι τῶν μερῶν τοῦ σώματος ἀναγομένοις ἐπὶ τὰς δυνάμεις τῆς ψυχῆς ἐπὶ ὅλην ἀναφέρεται τὴν ψυχὴν ἐν τῷ. >ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός<. Οὑ φαμέν δέ ταῦτα ὡς πανταχοῦ τῆς ὁνομασίας τοῦ σώματος τροπολογουμένης· ἴσμεν γὰρ καὶ ἐπὶ ἄλλων τετάχθαι τὸ τοῦ >σώματος< ὄνομα, ὡς ἐν τῷ. >μὴ φοβεῖσθε ἀπὸ τῶν ἀπο- κτεννόντων τὸ σῶμα< καί· >ὑμεῖς ἐστε σῶμα Χριστοῦ<.