Ancient Greek · ~2 min
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 11, 33 >οὐδεὶς λύχνον ἅψας εἰς κρυπτὴν τίθησιν οὐδὲ ὑπὸ τὸν μόδιον<
Not analysed yet
Μοδίῳ μὲν γὰρ σιτομετρείσθωσαν ὑπὸ τοῦ >πιστοῦ καὶ φρονίμου οἰκο- νόμου< οἱ σύνδουλοι, βλεπέτωσαν δὲ τὰς αὐγὰς τοῦ λύχνου ἐπικειμένου 6 τῇ λυχνίᾳ καὶ εἰς φανερὸν διὰ λόγου προσαγομένου >οἱ ἐν τῇ οἰκίᾳ πάντες<, τοῦτ' ἔστιν οἱ ἐν τῇ ἐκκλησίᾳ. Ἀλλ' οὑδὲ >ὐπὸ τὴν κλίνην< τιθέασι τὸν λύχνον, ἔνθα τις ἀναπαύεται, οὐδὲ ἄλλου τινὸς >σκεύους ὑποκάτω<· τοῦτο γὰρ ὁ ποιῶν οὐ προνεῖται τῶν εἰσπορευομένων εἰς τὴν οἰκίαν.