Ancient Greek · ~2 min
11, 35 >σκόπει οὖν μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν< to 12, 2 >οὐδὲν δὲ συγκεκαλυμμένον ἐστίν, ὁ οὐκ ἀποκαλυφθήσεται<
Origen, Fragmenta in Lucam (in catenis) 11, 35 >σκόπει οὖν μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν<-12, 2 >οὐδὲν δὲ συγκεκαλυμμένον ἐστίν, ὁ οὐκ ἀποκαλυφθήσεται<
Not analysed yet
>Σκόπει οὖν μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐδτίν<· ἐξὸν οὖν ἦν ὑμῖν, φησίν, καθαρὸν κατασκευαζειν τὸν νοῦν καὶ διὰ τοῦτο καταλαμπρύνειν ἑαυτῶν τούς τε λόγους καὶ τὰς πράξεις. Ὑμεῖς δὲ τοὐναντίον ποιεῖτε, ὅθεν χρὴ προάγειν φῶς, ἐντεῦθεν προάγετε σκότος, ἐκ πονηρῶν ἐννοιῶν τὸν φθόνον ἔχοντες. Ἢ τοίνυν περὶ τοῦ καιροῦ ἐκείνου τοῦτο λέγει, ὅτε >κρινεῖ ὁ θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων< καὶ >φωτιεῖ τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν<. Ἢ ἐκεῖνό φησιν ὅτι, ὅσῳ πειρᾶταί τις καλύπτειν τὰ καλὰ τῇ κατηγορίᾳ, κατὰ φύσιν τὸ καλὸν ἀκάλυπτόν ἐστιν.