Ancient Greek · ~5 min
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 12, 6 >οὐχὶ πέντε στρουθία πωλοῦνται ἀσσαρίων δύο<
Not analysed yet
Τήρει δέ, ὅτι οὐ πτῶσιν στρουθίου ἐπὶ τῆς γῆς εἶπεν, ὡς ὁ Ματθαῖος. πέντε δέ στρουθία νῦν τοῦ δικαίου τὰς αἰσθήσεις αἰνίττεται, αἳ τῶν μετεώρων καὶ ὑπὲρ ἄνθρωπον αἰσθάνονται, ὁρῶσαι τὰ θεῖα, ἀκούουσαι φωνῆς θεοῦ, γευόμεναι >ζῶντος ἄρτου<, ὁσφραινόμεναι Χριστοῦ μύρων εὐωδίας, >ἐλαίου ἀγαλλιάσεως< ἁπτόμεναι λόγου ζῶντος, αἴ τινες, ἐξευ- τελιζόμεναι ὑπὸ τῶν >τὰ τοῦ πνεύματος< μωρίαν καὶ εὔωνα κρινόντων, >οὔκ εἰσιν ἐπιλελησμέναι ἐνώπιον τοῦ θεοῦ< εἰ δὲ ὁ λόγος ἐπράθη τριά- κοντα ἀργυρίοις, οὐ θαυμαστόν, εἰ καὶ θεῖαι αἰσθήσεις δύο ἀσσαρίων. Τὸ μέντοι ἐμφαῖνον ῥητόν, μηδὲ τὸ ἐλάχιστον στρουθίον >ἐπιλελησμένον< εἶναι >ἐνώπιον τοῦ θεοῦ<, συνεξέτασον τοῖς ἐμφαίνουσι ῥητοῖς, ἐπιλανθάνεσθαί τινων τὸν θεὸν δι’ ἁμαρτίας αὐτῶν. Ῥητῶς μέν οὖν τὸ λεπτομερὲς τῆς προνοίας καὶ ἡ μέχρι τῶν λεπτῶν γνῶσις ἐν τούτοις δηλοῦται, νοητῶς δὲ πίπτει ἐπὶ τῆς γῆς οἶα στρουθία. Τό φρόνημα, ἐπὰν δέον ἄνω φέρεσθαι, τὰ κάτω ζητεῖ τοῖς τῆς σαρκὸς ἐνεχομένον κακοῖς, παραδοθὲν >εἰς πάθη ἀτιμίας< καὶ τὸ ἐλεύθερον μετὰ τοῦ τιμίου ἀπολωλοεκός. τοιοῦτος δὲ ὁ ὑπὸ τοῦ λόγου μετεωρισθεὶς καὶ τὰ γήϊνα φρονήσας. Κατὰ δὲ τὸ ῥητὸν πάλιν τό· >οὑ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ πατρὸς ὑμῶν< οὐ τὴν βούλησιν δείκνυσιν, ἀλλὰ τὴν πρόγνωσιν· τῶν γὰρ γινομένων ἃ μέν κατὰ βούλησιν γίνεται, ἃ δὲ κατ' εὐδοκίαν, ἃ δὲ κατὰ συγχώρησιν.