Ancient Greek · ~5 min
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 11, 9 >αἰτεῖτε καὶ δοθήσεται ὑμῖν<
Not analysed yet
Πλὴν ἀληθοῦς οὔσης τῆς τοῦ σωτῆρος θέσεως λεγούσης. >αἰτεῖτε καὶ δοθήσεται ὑμῖν<, ἣν καὶ πιστοῦται διὰ τοῦ φάναι. >πᾶς ὁ αἰτῶν λαμβάνει<, ζητήσαι ἄν τις, πῶς τινες εὐχόμενοι οὐκ ἀκούονται. Πρὸς ὃ λεκτέον, ὅτι ὁ ὁδῷ τῇ ἀκολούθῳ ἐπὶ τὸ αἰτεῖν ἐρχόμενος, οὐδέν παραλέιψας τῶν συντελούτων πρὸς τὸ τυχεῖν τῶν σπουδαζομένων, πάντως λήψεται, ὃ παρεκάλεσε δοθῆναι αὐτῷ· εἰ δέ τις ἔξω χωρήσας τοῦ σκοποῦ τῆς παραδοθείσης αἰτήσεως δόξει αἰτεῖν, οὐκ αἰτῶν ὃν δεῖ τρόπον, οὐδ’ ὅλως αἰτεῖ· διὸ μὴ λαμβάνοντος αὐτοῦ οὐ ψευδοποιεῖται τό· >πᾶς ὁ αἰτῶν λαμβάνει>. Καὶ γὰρ διδασκάλου λέγοντος· πᾶς ὁ προσιών μοι μαθημάτων ἕνεκα ἕξει αὐτῶν ἐπιστήμην, τὸ προσιέναι τῷ διδασκάλῳ πραγματικῶς ἐκλαμβάνομεν, τοῦτ' ἔστι μετὰ τοῦ συντόνως προσέχειν τοῖς παρὰ τοῦ διδασκάλου, μετὰ τοῦ ἀσκεῖν καὶ μελετᾶν αὐτό. Τῷ δὲ μὴ οὕτω προσιόντι λεκτέον· οὐ προσῆλθες αὐτῷ ὡς προετρέψατο. Ὃ φανερώτερον ποιῶν Ἰάκωβος γράφων τὴν ἐπιστολήν φησιν· >τινὲς αἰτεῖν οὐ λαμβάνουσιν, κακῶς αἰτούμενοι ἡδονῶν ματαίων ἕνεκα<. ερεῖ τις· καὶ μὴν ὑπέρ γνώσεως θείας καὶ ἀναλήψεως ἀρετῶν αἰτούμενοί τινες οὐ λαμβάνουσιν. Πρὸς ὃν λεκτέον, ὅτι οὐ καθ’ αὑτὰ τὰ ἀγαθὰ λαβεῖν ἡξίωσαν, ἀλλ' ἕνεκα τοῦ ἐπαινεῖσθαι δι’ αὐτά. Ἔστι δὲ φιληδόνων καὶ τὸ χαίρειν ἐπαίνοις· ὅθεν καὶ τούτοις οὐ δίδοται, ἐπεὶ εἰς ἡδονὰς καταδαπανῆσαι θέλουσι τὰ περὶ ὧν ἀξιοῦσιν.