Ancient Greek · ~3 min
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 11, 11 >τίνα δέ ἐξ ὑμῶν τὸν πατέρα αἰτήσει ὁ υἱός<
Not analysed yet
Σὺ δὲ ὅρα, εἰ >ἄρτος< μέν ἡ ἀναγκαία τῆς ψυχῆς ἐν γνώσει τροφή, ἧς ἄνευ οὔκ ἐστι σώζεσθαι, οἶον ὁ περὶ τοῦ πῶς βιωτέον ἀκριβὴς λόγος, >ἰχθὺς< δέ ἢ οἶον ὄψον φιλομάθεια, οἶον τὸ >εἰδέναι σύστασιν κόσμου, ἐνέργειαν στοιχείων, ἀρχὴν καὶ τέλος καὶ μεσότητα χρόνων< καὶ ὅσα ἐξὴς ἡ Σοφία καταλέγει. Οὔτε οὖν ἀντὶ ἄρτου λίθον δίδωσιν ὁ θεός, ὃν ὁ διόβολος ἐβούλετο ὑπὸ Ἰησοῦ ἐσθίεσθαι, οὔτε >ἀντὶ ἰχθύος ὄφιν< ὃν ἐσθίουσιν οἱ ἀνάξιοι τοῦ ἰχθύας ἐσθίειν Αἰθίοπες —ἐκεῖ γάρ φησιν ὁ ψαλμός. >σὺ συνέθλασας τὴν κεφαλὴν τοῦ δράκοντος ἐπὶ τοῦ ὕδατος, ἔδωκας αὐτὸν βρῶμα μαοῖς τοῖς Αἰθίοψιν< —οὔτε ἁπλῶς ἀντὶ τοῦ τροφίμου καὶ ὡφελοῦντος τὰ ἄβρωτα καὶ βλάπτοντα.