Ancient Greek · ~2 min
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 15, 21 >πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου<
Not analysed yet
Καταλιὼν τὰ οὐράνια προσέθηκα τὸ ἀσεβῆσαι πρός σε· τὴν ἀνθρωπίνην ἀθλιότητα ἀθλιότητα δείκνυσιν ὁ λόγος ἱστορικῶς διηγούμενος τὴν ἀποφοίτησιν αὐτοῦ καὶ τὴν ἀτοπίαν. Οὐ πρότερον δὲ αὐτὸν ἐπανάγει πρὸς τὴν ἐξ ἀρχῆς εὐκληρίαν, πρὶν αἴσθησιν αὐτὸν τῆς παρούσης λαβεῖν συμφορᾶς καὶ εἰς ἑαυτὸν ἐλθεῖν καὶ μελετῆσαι τὰ τῆς μεταμελείας ῥήματα· φησὶ γὰρ >ἥμαρτον< καὶ τὰ ἑξῆς, οὐκ ἂν προσθεὶς τῇ ἐξομολογήσει τὴν >εἰς τὸν οὐρανὸν< ἁμαρτίαν, μὴ πεπεισμένος ἑαυτοῦ πατρίδα εἷναι τὸν οὐρανόν, ἃν καταλιπὼν ἐπλημμέλησεν. Διὰ τοῦτο καὶ εὐπρόσιτον αὐτῷ τὸν πατέρα ἡ μελέτη τῆς τοιαύτης ἐξομολογήσεως ἀπεργάζεται ὥστε καὶ προδραμεῖν αὐτῷ καὶ φιλήματι τὸν τράχηλον δεξιώσασθαι.