Ancient Greek · ~2 min
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 15, 16 >ἐπεθύμει γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἐκ τῶν κερατίων<
Not analysed yet
Νοήσεις δέ καὶ οὕτως τὸ ἐπιθυμεῖν κορεσθῆναι τὸν ἄσωτον ἐκ τῶν κερατίων. Ἡ λογικὴ φύσις ἐν ἀλογίᾳ γενομένη ἐπιθυμεῖ, κἂν μὴ ἐν κρείττοσι λόγοις, ἐν ὁποίοις γοῦν καταντῆσαι. Ἐπεὶ δὲ τὰ κεράτια γλυκάζει μὲν καὶ πιαίνει τὸ σῶμα, τῷ δὲ σκυβάλῳ οὐ δίδωσιν ὁδόν, εἶεν ἂν ταῦτα φιλοΰλων καὶ φιλοσωμάτων λόγοι πιθανοί, τὴν ἡδονὴν λεγόντων ἀγαθόν, >κνηθομένων τὴν ἀκοὴν καὶ ἐπὶ τοὺς μύθους ἐκτρεπομένων >Καὶ οὐδεὶς ἐσίδου οὐ παραδιδόασιν οἱ φαῦλοι, ἶνα μὴ ἐλέγχωνται. Ἄλλως τε οἱ τῶν ἐΜεν λόγοι ἄτροφοι καὶ τὸ χωρητικὸν καὶ ἀναδοτικὸν τῶν λογικῶν τροφῶν ἐμπλῆσαι οὐ δύνανται.