Ancient Greek · ~2 min
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 15, 25 >ἤκουσεν συμφωνίας καὶ χορῶν<
Not analysed yet
Tὸ τῆς >συμφωνίας< ἄνομα κυρίως τάσσεται ἐπὶ τῶν κατὰ μουσικὴν ἐν φωναῖς ἁρμονιῶν· καὶ εἰσί γε παρὰ τοῖς μουσικοῖς φθόγγοι φθόγγοις σύμφωνοι καὶ ἄλλοις διάφωνοι. Οἶδε δὲ καὶ ἡ εὐαγγελικὴ γραφὴ τὸ ὄνομα ἐπὶ τῶν κατὰ μουσικὴν ἁρμονιῶν τεταγμένον, ὡς ἐνταῦθα. Ἀλλὰ καὶ ἐν τῇ τοῦ Δανιὴλ βίβλῳ ἀναγέγραπται κελεύων ὁ Ναβουχοδονοσόρ, ἡνίκα ἂν ἀκούσωσιν οἱ ἠθροισμένοι >τῆς φωνῆς τῆς σάλπιγγος, συριγγός τε καὶ κιθάρας, σαμβύκης τε καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένους μουσικῶν, πίπτοντας προσκυνεῖν τῇ εἰκόνι τῇ χρυσῇ <. >Ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβον<. ὑγιαίνοντα ὡς ἀποβαλόντα τὴν νόσον διὰ τῆς μετανοίας.