Ancient Greek · ~3 min
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 16, 17 >εὐκοπώτερον δέ ἐστιν τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν<
Not analysed yet
Μία κεραία οὐ παρ’ Ἕλλησι μόνον ἐστὶ τὸ ἰῶτα, ἀλλὰ καὶ παρ᾿ Ἑβραίοις τὸ παρ᾿ αὐτοῖς καλούμενον ἰώθ. Δύναται δὲ τὸ >ἰῶτα ἕν ἢ μία κεραία< συμβολικῶς λέγεσθαι ὁ Ἰησοῦς, ἐπείπερ ἡ ἀρχὴ τοῦ ὁνόματος αὐτοῦ οὐ παρ' Ἕλλησι μόνον, ἀλλὰ καὶ παρ’ Ἑβραίοις ἀπὸ τοῦ ἱὼθ γράφεται. καὶ ἔστιν οὕτως τὸ >ἰῶτα ἔν ἢ μία κεραία< ὁ Ἰησοῦς, ὁ λόγος θεοῦ ἐν τῷ νόμῳ, οὐ παρερχόμενος αὐτόν, >ἕως ἂν πάντα γένηται<, καὶ οὐχὶ πίπτων· πίπτει γὰρ ἐπὶ σωτηρίᾳ, ἵνα >καρπὸν πολὺν <φέρῃ, ἀλλὰ πίπτων εὐκοπωτέρου ὄντος >τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν< ἢ περὶ τοῦτον ἐν τῷ νόμῳ τυγχάνοτα >μίαν κεραίαν <· >πεσὼν <δὲ >εἰς τὴν γῆν< ἀπέθανεν, ἵνα πλείονα καρπὸν φέρῃ, οὐ νικηθείς, ἀλλὰ >ταπεινώσας ἑαυτὸν καὶ γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ<.