Ancient Greek · ~2 min
ANHANG., 2, 22 (Hom. 14) >ἀνήγαγεν αὐτὸν εἰς Ἱεροσόλυμα<
Origen, Fragmenta in Lucam (in catenis) 2, 22 (Hom. 14) >ἀνήγαγεν αὐτὸν εἰς Ἱεροσόλυμα<
Not analysed yet
Περιτέμνεται ὁ κύριος ὀκταήμερος· Ἰησοῦς ὀνομάζεται, ὃ καὶ προηγόρευται καὶ οὕτω μετὰ τὴν συμπλήρωσιν τῶν ἡμερῶν ἀνάγεται πρὸς Ἱεροσόλυμα καὶ παρίσταται τῷ κυρίῳ κατὰ τὸν νόμον τὸν λέγοντα, ὅτι >πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ κυρίῳ κληθήσεται<. Καὶ τοῦτο μὲν ἐνταῦθα γνῶναι παντός, ὡς αὐτὸς μέν ὁ ἁγιάζων, αὐτὸς δὲ ὁ ἁγιαζόμενος, ἐκεῖνο δέ οὐ παντός, ὡς ἐλέγετο μὲν καὶ ἐτελεῖτο ταῦτα κοινῶς, ἐδήλου δέ τι τοῦ φαινομένου βαθύτερον· προσήγετο γὰρ ὑπέρ ἄῤῥηνος πρωτοτόκου καὶ αὐτοῦ προσαγομένου <ζεῦγος τρυγόνων, καὶ δύο περιστερῶν> καὶ οἶμαι διὰ μὲν τῶν τρυγόνων τὸ σῶφρόν τε καὶ δηλούσθαι.