Ancient Greek · ~2 min
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 24, 15 >αὐτὸς Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς<
Not analysed yet
Τίς μὲν ἡ δόξα τοῦ σώματος τοῦ κυρίου, ἧς καὶ ὁ Παῦλος μέμνηται, παρεδείχθη τοῖς μαθηταῖς ἐν τῇ μεταμορφώσει ἐπὶ τοῦ ὄρους· ἐπεὶ δὲ ἐχρῆν μετά τὴν ἀνάστασιν ἐμφανισθῆναι τοῖς τε ἀποστόλοις καὶ τοῖς πεντακοσίοις μαθηταῖς εἰς πίστευσιν τῆς ἀναστάσεως, ὡς ἐχώρουν ἰδεῖν, ἐθεάθη, [καὶ] ὁποῖον ᾔδεσαν αὐτὸν παθεῖν, δεικνὺς αὐτοῖς καὶ τὰς ἐκ τῶν παθῶν οὐλάς. Ὅρα δέ, ὅτι καὶ ἀποδημῶν εἰρήνην αὐτοῖς ἀφῆκεν, ὡς ὁ Ἰωάννης ἔγραψεν· καὶ αὖθις ἐπιδημήσας εἰρήνην δίδωσι, τὸ γλυκὺ καὶ πρᾶγμα καὶ ὄνομα.