Ancient Greek · ~3 min
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 23, 46 >πάτερ, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου<
Not analysed yet
Αὕτη ἡ φωνή, ἣν ἔκραξεν ἐπὶ τῷ σταυρῷ· >εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου<, διδάσκει, ὅτι αἱ τῶν ἁγίων ψυχαὶ οὐκέτι εἰς ᾅδου κατακλείονται, καθὰ καὶ πρῴην, ἀλλὰ παρὰ τῷ θεῷ εἰσιν, τούτου γεγονότος ὡς ἐν ἀπαρχῇ ἐν Χριστῷ· κάτω γὰρ ἦν ἡ χώρησις καὶ ἡ κατοχὴ τῶν ψυχῶν, ἀλλὰ ταύτην τὴν κάτω πορείαν ὁ κύριος εἰς τὰ ἄνω μετέστησε δι᾿ ἑαυτοῦ. Ἐπειδὴ γὰρ ἐν αὐτῷ τὸ ἀπλημμελὲς ἡ ἀνθρώπου φύσις εὑρέθη πλουτήσασα, κεκαινοτόμηκεν ἡμῖν τὸ πέμπεσθαι >εἰς χεῖρας θεοῦ ζῶντος< τὰς σωμάτων ἀπαλλασσομένας ψυχάς, καὶ τοῦτο εἰδὼς ὁ ἅγιος ἔφη Στέφανος· >κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου<. Τὸ δὲ >παρα- τίθημι< τὸ ἑκούσιον διδάκει τοῦ πάθους καὶ δείκνυσιν, ὅτι οὐκ ἀπόλλυται· [ἐδήλου γὰρ τὸ >παραθήσομαι<, ὅτι πάλιν αὐτὴν ἀπολήψεται].