Ancient Greek · ~2 min
ANHANG., 3, 1 (Hom. 21) >ἐν ἔτει δέ πεντεκαιδεκάτῳ τῆς Τιβερίου<
Origen, Fragmenta in Lucam (in catenis) 3, 1 (Hom. 21) >ἐν ἔτει δέ πεντεκαιδεκάτῳ τῆς Τιβερίου<
Not analysed yet
Ἐν τῷ πρώτῳ καὶ τεσσαρακοστῷ ἔτει Καίσαρος Αὐγούστου ἐγεννήθη ὁ Χριστός, καὶ ἐβασίλευσεν Αὔγουστος ἔτη πεντήκοντα ἓξ, λοιπὰ δέκα πέντε· εἶτα ἐβασίλευσεν μετ᾿ αὐτὸν Τιβέριος, καὶ τῷ πεντεκαιδεκάτῳ ἔτει τῆς Τιβερίου βασιλείας ἦλθεν Ἰωάννης βαπτίζων, ὅτε καὶ ὁ Ἰησοῦς ἐβαπτίσθη >ὢν ἐτῶν ὡσεὶ τριάκοντα>, ὡς ἐν τοῖς ἑξῆς φησιν εὐαγγελιστής. dCS (es folgt p. 136, 21—137, 17) —6 vgl. Luk. 3. 23