Ancient Greek · ~2 min
ANHANG., 3, 2 (Hom. 21) >ἐπὶ ἀρχιερέως Ἄννα καὶ Καϊάφα<
Origen, Fragmenta in Lucam (in catenis) 3, 2 (Hom. 21) >ἐπὶ ἀρχιερέως Ἄννα καὶ Καϊάφα<
Not analysed yet
Ἐμνήσθη δὲ καὶ τῶν ἀρχιερέων Ἄννα καὶ Καϊάφα, ἵνα δείξῃ, ἀπὸ τοῦ καιροῦ, καθ’ ὅν ἦλθεν ὁ Ἰωάννης κηρύσσων, ἦσαν οὗτοι ἀρχιερεῖς, ἐν ἐκείνῳ τῷ καιρῷ ἀρξάμενοι, μείναντες δὲ ἕως τοῦ πάθους τοῦ κυρίου ἐν τῂ ἀρχιερωσύνῃ. Φησὶ γὰρ περὶ τοῦ Καϊάφα, ὅτι εἰπὼν περὶ τοῦ Χριστοῦ, ὅτι >συμφέρει ἡμῖν, ἵνα εἷς ἄνθρωπος ὑπὲρ τοῦ λαοῦ<, καὶ ἐπήγαγεν εὐθύς· >ἦν γὰρ ἀρχιερεὺς ἐκείνου< ἤτοι πρὸ δύο ἐτῶν τοῦ πόθους εἶπεν τοῦτο· τῷ γὰρ τρίτῳ τριακοστῷ ἔτει μετὰ μῆνας τρεῖς ἔπαθεν ὁ κύριος.