Ancient Greek · ~4 min
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 4, 39 >καὶ ἐπιστὰς ἐπάνω αὐτῆς ἐπετίμησεν τῷ πυρετῷ<
Not analysed yet
Ἐφίστησι τῇ τοῦ Σίμωνος οἰκίᾳ ὁ σωτὴρ καὶ εὑρίσκει πυρέττουσαν τὴν αὐτοῦ πενθεράν· >καὶ ἐπιστὰς ἐπετίμησε τῷ πυρετῷ, καὶ ἀφῆκεν . Μήποτε οὖν ἐν μὲν τῷ· ἀφῆκεν αὐτὴν ὁ πυρετὸς< εἰρημένῳ ὑπὸ Ματθαίου καὶ Μάρκου καὶ ὅλη τῇ πράσει οὐδὲν ὡς περὶ ζῴου ἐμφαίνεται τοῦ τὸν πυρετὸν ἐνεργοῦντος, ἐν δὲ τῷ· >ἐπιστὰς ἐπάνω ἐπετίμησε τῷ πυρετῷ καὶ ἀφῆκεν> εἰρημένῳ ὑπὸ Λουκᾶ οὐκ οἶδα, εἰ μὴ ἀναγκασθησόμεθα τὸ ἐπιτιμώμενον καὶ καὶ ἀφιὲν ζῷον μὴ χωροῦν τὴν τοῦ ἐπιτιμῶντος ἐνέργειαν· ἄψυχον γὰρ καὶ μὴ αἰσθανόμενον ἐπιτιμίας ἐπιτιμᾶσθαι οὐκ εὔλογον λέγειν. Οὐδὲν δὲ θαυμαστὸν εἶναί τινας κακωτικὰς τοῦ ἀνθρωπίνου σώματος δυνάμεις, καὶ οὐ πάντως κατηγορήσωμεν τῆς ψυχῆς τῶν πασχόντων ὡς ἐκ τούτων βλαπτομένης· οὐδὲ γάρ, ἐπεὶ ἔπαισε τὸν Ἰὼβ ἕλκει πονηρῷ λαβὼν ὁ διάβολος τὴν ἐξουσίαν τὸ τὸ διὰ τοῦ σώματος πειράσαι αὐτόν, περὶ τοῦτο κατηγορητέος ὁ Ἰὼβ ἀθλήσας καὶ γενναίως ὑπομείνας τὴν πληγήν. Μόνον εἴη λέγεσθαι, εἴ ποτε κατὰ σωματικοὺς πειραζόμεθα πόνους, τό· ἀλλὰ τῆς ψυχῆς αὐτοῦ μὴ ,ὡς καὶ ὁ κύριος ἐπιτιμῶν ἰᾶται τοὺς κακῶς ἔχοντας. >᾿ἀντὶ τοῦ >πέταξεν<.