Ancient Greek · ~1 min
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 4, 40 >δύνοντος δὲ τοῦ ἡλίου<
Not analysed yet
Περὶ δυσμὰς δέ τούτους προσῆγον ἤτοι μεθ’ ἡμέραν, αἰσχυνόμενοι, ἢ τοὺς Φαρισαίους φοβούμενοι, ἢ καὶ περὶ ἕτερα ἀσχολούμενοι, ἢ τάχα νομίζοντες μὴ ἐξεῖναι θεραπεύειν ἐν σαββάτῳ· ἐπεσημήνατο γὰρ ὁ εὐαγγελιστής, ὅτι >ἦν διδάσκων αὐτοὺς ἐν σαββάτῳ<· διὰ τοῦτο δύσιν ἡλίου τοὺς κακῶς ἔχοντας προσέφερον οἶ προσήκοντες, ὁ δὲ >αὐτοὺς ἐθεράπευσεν<.