Ancient Greek · ~3 min
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 5, 12 >ἰδοὺ ἀνὴρ πλήρης λέπρας<
Not analysed yet
Ἱστορικῶς δέ μετὰ τὴν ἀποστολὴν τοῦ ὀρνιθίου πρῶτον >τὰ πλύνεται ὁ καθαρισθείς< εἶτα >πᾶσαν τρίχα ξυρᾶται<, λούεται ὔδατι>, μεθ’ ὃ ἐπιφέρεται τό· >καὶ καθαρὸς ἔσται<. τὰ >ἱμάτια< πολιτεία μὴ πάντῃ κακῶς ὑφασμένη, ἐπεὶ κἂν ἀπέθετο >τρίχες< δὲ τὰ ἐξανθήσαντα νεκρὰ τῇ φυχῇ, αἷς ἐναντίαιν αἱ τοῦ καὶ τῶν Ναζιραίων καὶ αἱ τῶν μαθητῶν · τῶν γὰρ Ναζι- ραίων >σίδηρος ἐπὶ τὴν κεφαλὴν οὐκ ἀναβαίνει<, πάντα ὅσα εὐοδούμενα πραττόντων, ὡς μηδὲ φύλλον αὐτῶν καρποφορούντων ἀποῤῥεῖν. Ἤδη δέ ἀπὸ τοῦ σώματος ὕδατι τὸν μολυσμὸν ἀποτίθεται, τοῦ βαπτίσματος ἐν τούτῳ δηλουμένου, μετὰ δὲ τοῦτο τῆς μὲν παρεμβολῆς ἄξιος γίνεται, εἰς δὲ τὸν ἴδιον οἶκον οὐκ εἴσεισιν ἕως ἡμερῶν ,καὶ τοῦ πόλιν ξυρηθῆναι τὴν κεφαλήν, διὰ τὰ τῶν δογμάτων κεφαλαιωδέστερα, καὶ τὸν πώγωνα ἀποθέσθαι, τὰ τοῦ ἀνδρὸς ἁμαρτήματα, διὰ δὲ >τῶν ὁφρύων< ἐδήλωσεν