Ancient Greek · ~3 min
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 5, 1 >αὐτὸς ἦν ἑστὼς παρὰ τὴν λίμνην Γεννησαρέτ<
Not analysed yet
Ὁ δὲ εἱστήκει παρὰ τὴν λίμνην ,ἢ καὶ κατὰ Ματθαῖον καὶ Μᾶρκον >περιεπάτει παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας<· μὲν ἐναντία λέγειν οἱ εὐαγγελισταί, πλὴν ὁ ἐπιχειρῶν ἀπὸ τῆς γραφῆς τοιαῦτα δύναται εἰς τὸν τόπον τοῦτον λέγειν· εἰ τὰ συστήματα τῶν ἀπότων ἐκάλεσε θαλάσσας> ἐν τῇ ἀρχῇ τῆς κοσμοποιΐας ὁ <συστήματα> δὲ >τῶν ὑδάτων< εἰσὶ καὶ οἱ ποταμοί, κατὰ καὶ οὗτοί εἰσι θάλασσαι, ὥσπερ καὶ ἡ γλυκυτάτη καὶ ποτιμωτάτη >Γεννησαρὲτ λίμνη<, ἡ νῦν καλουμένη >Τιβεριὰς εὐαγγελίοις, μάλιστα ἐπεὶ καὶ αὐτὴ σύστημά ἐστιν ὑδάτων. Ἔστι δὲ ἡ Γεννησαρὲτ χώρα τῆς μερίδος τοῦ Χαναναίου, ἐν ᾗ ἐποιχόμενος τὰ πρὸς θάλασσαν ὁ κύριος εὗρε τοὺς περὶ Πέτρον καὶ Ἰωάννην καὶ ἐπανεκαλέσατο αὐτοὺς μετὰ τὴν ἄγραν τῶν ἰχθύων, ὄντας τὸ πρότερον Ἰωάννου τοῦ βαπτιστοῦ μαθητάς.