Ancient Greek · ~6 min
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 5, 14 >προσένεγκε Περὶ τοῦ καθαρισμοῦ σου<
Not analysed yet
Εἰ δὲ βούλει, ζῶντα χρῶτα τὸν λόγον λάμβανε, οὗ μὴ παρόντος τῇ ψυχῇ, ὁτιποτοῦν ἐὰν γένηται, ἀνέγκλητος ὁ ἁμαρτάνων, ἀλόγου φέρων κατάστασιν· εἰ δὲ παρείη λόγος, ὑπεύθυνος. Τί οὖν τὸ καθ’ ὅλου τοῦ σώματος γίνεσθαι τὴν ἁφὴν μήποτε τροπικῶς φρενίτιδας ἢ μελαγχολίας δηλοῖ ἢ τὴν ἐν τῇ βρεφῶν ἡλικίᾳ κατάστασιν; Μὴ βοηθοῦντος γὰρ τότε λόγου μηδὲ παρούσης αἰσθήσεως πᾶν τὸ πραχθὲν ἢ λεχθὲν οὐχ ἁμάρτημα, ἀλλ᾿ ὅτε πάρεστιν αἴσθησις. Λεκτέον δὲ καὶ οὕτως· κατὰ διττὸν τρόπον εὐαρεστοῦμεν θεῷ· εἰ γὰρ ζῶμεν θεῷ, μηδὲν ἔστω νεκρὸν ἐν ἡμῖν, εἰ ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, μηδέν αὐτῆς ἔστω ζῶν ἐν ἡμῖν· ζῶντες γὰρ ἐν αὐτῷ τὴν ἀπὸ τῆς ἁμαρτίας παραιτώμεθα νέκρωσιν, ἀποθανόντες δὲ κόσμῳ μὴ πρὸς τὰ πάθη παλινδρομήσωμεν. Ἀποθνήσκομεν δέ τῇ ἁμαρτίᾳ νεκροῦντες τὰ μέλη τὰ ἐπὶ τῆς γῆς>· ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσομεν αὐτῇ; >Μολυσμὸς ἄρα κἂν ἐπὶ σμικρὸν γένηται καὶ κατὰ νόμον ἀκάθαρτον, ὥσπερ καθαρὸν τὸ τῆς ἁμαρτίας τεθνάναι καθόλου· <μικρά>, γὰρ φησι, Λύμη ὅλον τὸ ζυμοῖ<. Τινὲς δὲ ἀκάθαρτον νεκρότητα τὴν ἀπὸ κακίας εἶπον διαθέσεως, οἶον ἐξ ἀκολασίας ἢ ἀδικίας, καθαρὰν δὲ τὴν μὴ διακρίνουσάν τι σωματικόν, ὁ μὴ κατὰ κακίαν γένηται· οὐ γόμον ἀλλόφυλον, εἰ μὴ ἐξ ἀσελγείας· οὐ βρῶμα, εἰ μὴ ἐξ ἀκρασίας· οὐκ ἐργασίαν σαββατικήν, εἰ μὴ τὴν ἐπὶ κέρδει. Κατὰ δέ τινας πόλιν τὸν ὁλόλεπρον ὁ νόμος καθαρίζει, δεικνὺς ὡς ὁ θεὸς τὸ ποικίλον μισεῖ· σαφέστερον δὲ προϊὼν τοῦτο δηλοῖ ἐν τῷ· >τὸν ἀμπελῶνα σου οὐ κατασπερεῖς καὶ ἱμάτιον ἐκ δύο ὑφασμένον κίβδηλον· καὶ τὰ κτήνη σου οὐ κατοχεύσεις ἑτεροζύγῳ>, πανταχοῦ προτιμῶν τὴν ἁπλότητα, ἥτις ἐν τῷ ὁλολέπρῳ θεωρεῖται.