Ancient Greek · ~4 min
5, 27 >καὶ μετὰ ταῦτα ἐξῆλθεν καὶ ἐθεάσατο τελώνην< to 6, 43 >οὐ γάρ ἐστιν δένδρον καλὸν ποιῦν καρπὸν σαπρόν<
Origen, Fragmenta in Lucam (in catenis) 5, 27 >καὶ μετὰ ταῦτα ἐξῆλθεν καὶ ἐθεάσατο τελώνην<-6, 43 >οὐ γάρ ἐστιν δένδρον καλὸν ποιῦν καρπὸν σαπρόν<
Not analysed yet
>Ἐξῆλθεν< οὖν, φησίν, >καὶ ἐθεάσατο τελώνην καλούμενον Λενΐν<· ἔστι δὲ οὗτος Ματθαῖος ὁ εὐαγγελιστής. Μᾶρκος μὲν καὶ Λουκᾶς τὸ ὄνομα αὐτοῦ κρύπτουσι τῇ προτέρᾳ προσηγορίᾳ, ὁ δὲ Ματθαῖος τὸ ἑαυτοῦ φανερὸν ποιεῖται ὄνομα λέγων· >ἐθεάσατο Ματθαῖον τὸν τελώνην<. Ταῦτα δὲ λέγει, ἵνα ἡμεῖς, θαυμάσαντες τὴν τέχνην τοῦ ἰατρεύσαντος αὐτὸν θεοῦ, πιστεύωμεν εἰς αὐτὸν ἀκριέστατα. Γέλωτα ἐπαγγέλλεται τὸν ἀπὸ χαρᾶς καὶ ἱλαρότητος, ὡς καὶ ἐν τῷ Ἰώβ φησιν· >ἀληθινὸν στόμα ἐμπλήσει γέλωτος<· τάχα δὲ διὰ τοῦτο καὶ εἶς τῶν πατριαρχῶν >γέλως< λέγεται, τὴν θείαν ἱλαρότητα σημαίνοντος τοῦ ὀνόματος. >Δένδρον ἄγαθὸν< τὸ πνεῦμα τὸ ἅγιον, >δένδρον πονηρὸν< ὁ διάβολος καὶ οἱ ; ούτου ὑπηρέται. Ὁ οὖν ἔχων τὸ πνεῦμα τὸ ἅγιον τοὺς τούτου Καρτοὺς ἐπιδιέκνυται, οὕς ἀπαριθμεῖται ὁ ἀπόστολος λέγων· >ὁ καρπὸς τοῦ πνεύματός ἐστιν· ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωςύνη, Πίστις, πραότης, ἐγκράτεια<· ὁ δὲ δύναμιν ἀντικειμένην ἔχων >τῆς ἀτιμίας τὰ πάθη< >ἀκάνθας καὶ τριβόλους<, καρποφορεῖ.