Ancient Greek · ~8 min
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 8, 16 >οὐδεὶς δὲ λύχνον ἄφας καλύπτει αὐτὸν σκεύει<
Not analysed yet
Οὐ περὶ αἰσθητοῦ λύχνου, ἀλλὰ νοητοῦ ταῦτα λέγεται· οὐκ ἂν γὰρ Τοῦτον ἄφας τις καλύψαι σκεύει ἢ ὑποκάτω κλίνης θείη, ἀλλ᾿ ἐπὶ τῆς ἐν αὐτῷ λυχνίας. Εἴη δ᾿ ἄν σκεύη μὲν οἰκίας αί τῆς ψυχῆς δυνάμεις· ίνη δὲ τὸ σῶμα· εἰσπορευόμενοι δὲ οἱ ἀκροαταὶ τοῦ μεταδιδόντος· Λυχνία δὲ τὸ ἡγεμονικόν, τόπος οὖσα τοῦ λόγου, ἤγουν τὸ στόμα, ἡνίκα Τις αὐτὸ ἀνοίξει λόγῳ θεοῦ—καθ᾿ ἑκάτερον γὰρ ὄψονται τὸ φῶς οἱ πρὸς Θεὺν τὴν εἴσοδον ποιηςάμενοι ἄνθρωποι—φῶς δὲ ἢν ἐφώτισεν ἑαυτῷ γνῶσιν. Ὅ γε μὴν βουλόμενος τὸν λύχνον ἐφαρμόζειν τοῖς τελειωτάτοις τῶν τοῦ ᾿Ιησοῦ μαθητῶν δυσωπήσει ἡμᾶς αὐὸ τῶν περὶ Ἰωάννου εἰρημένων, ὅτι >ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ τὸν ἐν ἑκάστῳ νοῦν. Ἀλλὰ καὶ τό· >ἔστωσαν ὑμῶν οἱ λύχνοι καιόμενοι< πρὸς πάντας εἴρηται Τοὺς μαθητὰς τοῦ Ἰησοῦ. Οὐ δεῖ τοίνυν τὸν ἅφαντα λύχνον ἐν φυχῇ λογικὸν κρύπτειν αὐτόν, ἀλλ᾿ ἐπιτιθέναι λυχνίᾳ, ἦς σύμβολον Μωὑσῆς >ἀπέθετο ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου<. Μοδίῳ μὲν γὰρ σιτομετρείσθωσαν ὑπὸ τοῦ >πιστοῦ καὶ φρονίμου οἰκέτου< οἱ σύνδουλοι, βλεπέτωσαν δὲ τὰς αὐγὰς τοῦ >πιστοῦ καὶ φρονίμου οἰκέτου< οἱ σύνδουλοι, βλεπέτωσαν δὲ τὰς αὐγὰς τοῦ λύγνου ἐπικειμένου τῆ λυχνία, ἤγουν τῆ εκκληςία, πάντες. Ἀλλ᾿ οὐδὲ >ὑπὸ τὴν κλίνην< τιθέασι τὸν λύχνον, ἔνθα τις ἀναπαύεται, οὐδὲ ἄλλου τινὸς >σκεύους ὑποκάτω<· τοῦτο γὰρ ὁ ποιῶν οὐ προνοεῖται Τῶν εἰσπορευομένων εἰς τὴν οἰκίαν, οἷς δεῖ τίθεσθαι τὸν λύχνον. Οἱ τῷ >ἀληθινῷ φωτὶ< καὶ λόγῳ τῷ λαμπρῷ καὶ ταῖς ἀκτῖσι τῆς σοφίας ἀνάνάπτοντες Τὸν ἐν αὐτοῖς νοῦν, φύσιν ἔχοντα, καθ᾿ ἥν κατεσκεύασεν αὐτὸν ὁ Δημιουργός, λύχνου δέονται τῆς ἀπὸ τοῦ λόγου καὶ σοφίας καὶ τῆς ἀληθείας τοῦ ἀληθινοῦ φωτὸς ἀνάψεως. Καὶ νομιστέον τὴν >ἔστωσαν ὑμῶν οἱ λύχνοι καιόμενοι< ἐντολὴν πληροῦσθαι ὑπὸ τῶν προνοουμένων ἔγειν ἐν τῆ φυχῆ τὸν νοῦν διορατικώτατον καὶ μετέχοντα τοῦ εἰπόντος· >ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα<. Οἱ γὰρ καίοντες τὸν λύχνον καὶ τιθέντες ἐπί τὴν λθχνίαν, ἵνα λἀμπῃ πᾶσι τοῖς ἐν τῇ οἰχίᾳ, προτρέψονται καὶ τοὺς ἐν τῇ οἰκίᾳ βλέποντας τὴν τοῦ λύχνου λαμπρότητα καὶ αὐτοῦς καίειν τὴν ἑαυτῶν λυχνίαν.