Ancient Greek · ~3 min
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 7, 37 >καὶ ἰδοὺ γυνὴ ἥτις ἦν ἐν τῇ πόλει ἁμαρτωλός<
Not analysed yet
Ἡ μὲν οὖν τελειοτέρα ψυχή, καλῶς λατρεύσασα τῷ λόγῳ τοῦ θεοῦ, παῤῥηςίαν ἔχει ἐπ᾿ αὐτὴν ἐλθεῖντὴν κεφαλήν—>κεφαλὴ δὲ Χριστοῦ ὁ θεός<— ὤστε καταχέαι μύρον αὐτῆς καὶ εὐωδίαν τῇ δόξῃ τοῦ θεοῦ περιοιῆσαι· δοξάζεται γὰρ ὁ θεὸς διὰ τῆς εὐωδίας τοῦ βίου τῶν δικαίων. Ἡ δὲ ἀτελεατέρα Γννῆ καὶ ψυχὴ περὶ τοὺς πόδας καὶ τὰ ταπεινότερα στρέφεται, ἦς ἐγγὺς ἐσμὲν ἡμεῖς· οὐδὲ γὰρ πόδας καὶ ἀπὸ τῶν ἁμαρτημάτων ἡμῶν· ποῦ ἡμῶν τὰ δάκρυα, ποῦ ὁ κλαυθμός, ἵνα κὰν παρὰ τοὺς πόδας Ἰησοῦ ἐλθεῖν δυνηθῶμεν; ἐπ᾿ αὐτὴν γὰρ οὔπω δυνάμεθα φθάσαι τὴν κεφαλήν. Ἀγαπητὸν δὲ μετὰ τὰ ἁμαρτήματα φέρειν μετανοίας εὐωδίαν, ἵνα τις δυνηθῇ ἡ δευτέρα εἶναι, ἡ τοὺς πόδας ἀλείφουσα, ἀλλὰ μὴ τὴν κεφαλήν, τοῦτ᾿ ἔστιν ἡ μὴ ἁπτομένη τῶν τελεωτέρων καὶ ὑφηλοτέρων, ἀλλὰ τῶν ἄκρων καὶ τελευταίων.