Ancient Greek · ~9 min
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 8, 41 >καὶ ἰδοὺ ἦλθεν ἀνὴρ ᾧ ὄνομα Ἰάειρος<
Not analysed yet
Πλὴν ἀλλὰ τοιαύτη μέν ἡ τοῦ θαύματος ἱστορία, χρὴ δὲ ἴσως καὶ ἰσχνότερον αὐτὴν θεωρῆσαι καὶ ὑψηλότερον. Οἱ μὲν οὖν ἁπλούστεροι καὶ ἀκεραιότεροι θαυμαζέτωσαν τὰ μεγαλεῖα τοῦ τοῦ θεοῦ ταῦτα· οἰκοδομεῖ γὰρ καὶ σωματικῶς νοούμενα. Οἱ δὲ δυνάμενοι διαβαίνειν ἐπὶ τὸ βλέπειν, ὅτι καὶ ταῦτα τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ δι’ ,εὐξάμενοι τῷ θεῷ αἰτήσο)μεν λόγον ἐλθεῖν τὸν σαφηνίζοντα καὶ ταῦτα, πῶς ὁ Ἰησοῦς πρὸς τὴν ἀρχισυναγώγου θυγατέρα προηγουμένως ἀπῇει, οὐ πρὸς τὴν αἱμοῤῥοοῦσαν καὶ ἐν τῇ ὁδῷ αὐτῷ ἀπαντῶσαν, καὶ ὅτι προηγουμένως ἀπιόντος αὐτοῦ πρὸς ἐκείνην πρώτη αὕτη θεραπεύεται. Ἦλθε γὰρ ὁ υἱὸς τοῦ θεοῦ προηγουμένως μὲν πρὸς τὴν τοῦ ἀρχισυναγώγου θυγατέρα, τὴν τοῖν Ἰουδαίων συναγωγήν, καὶ εὗρεν αὐτὴν νοσοῦσαν καὶ ἀποθανοῦσαν· τὰ γὰρ παραπτώματα τοῦ Ἰσραὴλ πεποίηκεν αὐτὴν ἀποθανεῖν. Ἡ δέ αἱμοῤῥοοῦσα, ἡ ἐν τῇ ὁδῷ, ἡ ἀκαθαρσίας πεπληρωμένη, ἡ ῥέουσα >οὐκ ἐν καιρῷ ἀφέδρου< ἀλλ᾿ ἀεὶ αἱμοῤῥοοῦσα καὶ νοσοῦσα τὴν φοινικῆν ἁμαρτίαν, ἡ ἐξ ἐθνῶν ἐκκλησία, αὕτη πρὸ ἐκείνης πιστεύει τῷ υἱῷ τοῦ θεοῦ. Καὶ ἐκεῖ μέν οὗτος ἀπέρχεται, αὕτη δέ ἀκολουθοῦσα κἂν >κρασπέδου τοῦ ἱματίου αὐτοῦ< ἅψασθαι θέλει. Ὁ δὲ Λουκᾶς, ὃ μὴ εἶπε Ματθαῖος, προσέθηκεν, ὅτι δωδεκαετὴς ἦν ἡ τοῦ ἀρχισυναγώγου θυγάτηρ καὶ ἡ αἱμοῤῥοοῦσα δώδεκα ἔτη εἶχεν αἱμοῤῥοοῦσα· οὐκοῦν ἅμα τῇ γενέσει ἐκείνης αὕτη αἱμοῤῥοεῖ. Ἐν ἀπειθείᾳ γάρ ἐστιν ἐκείνη, ὅσον χρόνον ζῇ ἡ συναγωγή, καὶ ὁ αὐτὸς ὅρος τοῦ χρόνου τοῦ τέλους ἐκείνης καὶ τῆς ἀρχῆς τῆς σωτηρίας ταύτης ἐστίν. Δώδεκα γὰρ ἐτῶν ἐκείνη ἀποθνήσκει, καὶ δώδεκα ἐτῶν τοῦ πάθους αὕτη πιστεύσασα θεραπεύεται, >ἥτις οὐκ ἴσχυσεν ὑπ᾿< τῶν ἰατρῶν >θεραπευθῆναι<· πολλοὶ γὰρ ἰατροὶ τοὺς ἀπὸ τῶν ἐθνῶν ὑπέσχοντο θεραπεῦσαι. Ἐὰν ἴδῃς τοὺς φιλοσοφοῦντας ἐπαγγελλομένους ἀλήθειαν, ἰατροί εἰσι θεραπεῦσαι πειρώμενοι. Ἀλλ᾿ αὕτη δαπανήσασα τὰ παρ᾿ ἑαυτῆς πάντα >οὐκ ἴσχυσαν ὑπ᾿ οὐδενὸς< τῶν ἰατρῶν >θεραπευθῆναι<· ἁψαμένη δὲ τοῦ κρασπέδου Ἰησοῦ τοῦ μόνου ψυχῶν καὶ σωμάτων ἰατροῦ, διὰ τῆς ἐμπύρου καὶ θερμῆς πίστεως ἰάθη παραχρῆμα. Ἐὰν ἴδωμων τὴν πίστιν ἡμῶν τὴν εἰς Χριστὸν Ἰησοῦν καὶ νοήσωμεν, πηλίκος ἐστὶν ὁ υἱὸς τοῦ θεοῦ καὶ τίνος ἡψάμεθα αὐτοῦ, ὀψόμεθα, ὅτι πρὸς σύγκρισιν τῶν ἐν αὐτῷ κρασπέδων κρασπέδου ἡψάμεθα. Ἀλλ᾿ ὅμως τὸ κράσπεδον θεραπεύει ἡμᾶς καὶ ποιεῖ ἡμᾶς ἀκούειν ἀπὸ τοῦ Ἰνσοῦ· >θύγατερ, ἡ πίστις σου σέσωκέ σε<· καὶ ἐὰν θεραπευθῶμεν, καὶ ἡ θυγάτηρ ἀναστήσεται τοῦ ἀρχισυνγώγου· >ὅταν<, γάρ φησι, >τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται<.