Ancient Greek · ~5 min
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 8, 39 >ὑπόστρεφε εἰς τὸν οἶκόν σου<
Not analysed yet
Πέμπει αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ· οὐ γὰρ τοσοῦτον μέτρον δυνάμεως εἶεν δ᾿ ἄν τινες τοῦ τοιούτου ἀκροαταὶ καὶ μαθηταί, πλείονα μὲν οὐ τὴν Ἰησοῦ παρουσίαν οὐ χωρούντων οὐδὲ ἧττον προενοήσατο τῆς χωρήσαντος, ἐξ ὀλίγων δὲ ὧν εἴληφε κηρύσσοντος. Ἀναφέροις δ’ ἂν τὸν λόγον καὶ ἐπὶ τὴν ἀνθρώπου φύσιν τοῦ ἔξω Ἰσραήλ, δι᾿ ὃν καταπλεῖ Ἰησοῦς ἐπὶ τὴν χώραν τῶν Γεργεσηνῶν καὶ πρὸς ὃν ἔξεισιν Ἰησοῦς ἐπὶ τὴν γῆν. >Ἱμάτιον< δέ, φησίν, >οὐκ ἐνεδιδύσκετο< ὁ ἄνθρωπος –οὐκ ἐνεδύσατο γὰρ τὸ καλύπτον αὐτοῦ τὴν ἀσχημοσύνην —>καὶ ἐν οἴκῳ οὐκ ἔμενεν< —οὐ γὰρ ἦν ὡς Ἰακὼβ >ἄνθρωπος ἄπλαστος οἰκῶν οἰκίαν<· διὸ καὶ τοῦτον >αὐτὸν ἀπέλυσε λέγων· ὑπόστρεφε εἰς τὸν σου<· καὶ >ἐν τοῖς μνήμασιν ἔμενεν< οὐ μετὰ τῶν ζώντων, μετὰ νεκρῶν δέ. >Ἧν δέ<, φησίν, >ἀγέλη χοίρων ἱκανῶν βοσκομένη ἐν τῷ ὅρει<· μήποτε δὲ χοῖροι οὐ βόσκονται ἐν τῷ ὄρει, πῶς οὖν >κατὰ τοῦ κρημνοῦ ὥρμησεν ἡ ἀγέλη<; Μήποτε οὖν οἱ φιλήδονοι καὶ γαστρὶ καὶ τοῖς ὑπὸ γαστέρα φίλοι, ὅπου τὰ μνημεῖα, καὶ πλησίον τοῦ λεγεῶνος τῶν δαιμόνων βόσκονται; Ἀγαθότητι δὲ Ἰησοῦς τὴν ζωὴν τῶν χοίρων ἀφανίζει ἐν τῷ ὕδατι καὶ τῶν φιληδόνων καὶ φιλοσωμάτων κακῶν ἐμποδίζει τῇ ἀναπνοῇ διὰ δαιμόνων. Τάχα καὶ σωφρονεῖ ὁ τοιοῦτος· εἴ τις δὲ σωφρονεῖ, παρὰ τῷ Ἰησοῦ ἐστιν, ἀλλ᾿ ὁ ἀρχόμενος σωφρονεῖν >παρὰ τοὺς πόδας< αὐτοῦ.