Ancient Greek · ~4 min
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 8, 47 >ἀπήγγειλεν ἐνώπιον παντὸς τοῦ λαοῦ, ὡς ἰάθη<
Not analysed yet
Πρότερον μὲν οὐκ ἐτόλμα δι᾿ εὐλάβειαν ἄντικρυς ἀπαντᾷν καὶ περὶ Θεραπείας ἀξιοῦν, ζητουμένη δὲ ἀπαντᾷ πρεπόντως, ἔμφοβός τε καὶ Εὐλαβὴς καὶ τὸ σέβας ἁρμόττον προσφέρουσα· καὶ τὴν ὁμολογίαν τῆς ἰάσεως εἰς ἐμφανὲς πᾶσι ποιεῖται, οὐ τῷ πάντα εἰδότι, ἀλλὰ τοῖς ἀγνοοῦσιν, >ὅτι ἔγνω τῷ σώματι, ὅτι ἴαται ἀπὸ τῆς μάστιγος<. Μάστιξ γὰρ ἦν ἡ αἱμόῤῥοια· οὕτως ἐρεῖς καὶ τὰ ἄλλα πάθη τὰ σωματικὰ μάστιγας εἶναι θεοῦ, διὰ τῶν τοιούτων τοὺς ἀξίους τῆς ἑαυτοῦ παιδείας μαστιγοῦντος· >μαστιγοῖ δὲ πάντα υἱόν, ὅν παραδέχεται<. Διὸ ἔλεγε τῷ παραλυτικῳ, Καὶ αὐτὸν μάστιγος ἀπολύσας· >ἵδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ἴνα μὴ χεῖρόν τι σοι γένηται<· κἀνταῦθα δέ, ἣν ἐκ τῆς ἐαφῆς ἔλαβεν ἡ γυνὴ θεραπείαν, ταύτην καὶ διὰ τοῦ λόγου ἐβεβαίωσεν ὁ σωτὴρ εἰπών· >πορεύου εἰς εἰρήμην· καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου<. Καὶ ὑγίαινε πρῶτον τῇ πίστει τὴν ψυχήν, εἶτα δὲ καὶ τὸ σῶμα.