Ancient Greek · ~3 min
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 9, 2 >ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ θεοῦ<
Not analysed yet
Ἇρα πρὸ τούτων πέμπων τοὺς δώδεκα εἰς τὸ κηρύσσειν ἐκώλυσεν ὁμολογεῖν αὐτὸν εἶναι τὸν Χριστόν; Ἔστιν οὖν εἰπεῖν, ὅτι κατηχῆσαι πρότερον ἀμαυρότερον ἐθέλησε τοὺς παρὰ τῶν ἀποστόλων ἀκουσομένους τὸ Χριστοῦ ὅνομα, εἶτ᾿ ἐᾶσαι τοῦτο οἱονεὶ πεφθῆναι ἐν ταῖς δυνάμενσι Τῶν ἀκουςάντων, ἵνα σιωπῆς γενομένης τοῦ τὸ τοιοῦτον περὶ αὐτοῦ Κηρύσσεσθαι εὐκαιρότερον ἐποικοδομηθῇ τοῖς προκατηχηθεῖσιν Χριστὸς Ἰησοῦς ἐσταυρωμένος καὶ ἐκ νεκρῶν ἐγηγερμένος, ἅπερ ἐν ταῖς ἀρχαῖς Οὐδὲ αὐτοὶ οἱ ἀπόστολοι ᾔδεισαν. Διό φησιν· >ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς δεικνύειν αὐτοῖς, ὅτι δεῖ αὐτὸν πολλὰ παθεῖν<, ἀποθανεῖν τε καὶ ἀναστῆναι· Οὕτως εἰ καὶ κατηγγέλλετο, οὐ τρανοῦσι τὰ κατὰ αὐτόν. Διὸ νῦν σιγῆσαι τὰ περὶ αὐτοῦ κελεύει, ἐπιτηδειοτέρῳ καιρῷ τηροῦντας τὴν τελειοτέραν περὶ αὐτοῦ διδασκαλίαν, ὅτε ἠδύναντο τοῖς τοῖς αὐτὸν σταυρούμενον μαρτυρῆσαι περὶ τῆς ἐκ νεκρῶν αὐτοῦ ἀναστάσεως οἱ ἑωρακότες αὐτὸν ἀναστάντα μαθηταί.