Ancient Greek · ~3 min
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 9, 33 >ἐπίστατα, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι<
Not analysed yet
Ἀχούσας, ὅτι μέλλει παθεῖν ὁ Χριστός, καὶ νομίσας καιρὸν εὑρεῖν τοῦ εἰπεῖν, ἅ οὐκ ἤθελε γενέσθαι, ᾔτει τὸν κύριον ἄνω μεῖναι ἐν τῷ ὄρει διηνεκῶς, ἶνα μὴ κατελθόντα εὕρωσιν αὐτὸν οἱ Ἰουδαῖοι καὶ ἀποκτείνωσιν, ἀγνοῶν τὰ ἐκ τοῦ πάθους καὶ τῆς ἀναστάσεως μέλλοντα ἔσεσθαι πᾶσιν ἀγαθά. >Ταῦτα δὲ αὐτοῦ λέγοντος ωεφέλη ἐπεσκίασεν ὐτούς<, τὸ περίεργον διακόπτουσα τοῦ ὑπὲρ δύναμιν τὴν ἑαυτῶν ζητεῖν τι, καὶ διὰ τούτου προδιατυπῶν, ὅτι μέλλουσι πάντες οἱ ἅγιοι οἱ πρὸ τῆς ἐπιδημίας καὶ οἱ μετὰ τὴν ἐπιδημίαν ἅμα γενέσθαι, καὶ ὅτι εἰς τὰς αὐτὰς σκηνὰς ἀνάγουσι νόμος καὶ προφῆται καὶ εὐαγγέλιον, τρεῖς μὲν ἀριθμούμεναι, πρὸς ἐν δὲ τέλος ὁρῶσαι, Λ· αὶ ὅτι ἐν τῇ ἀναστάσει μέλλουσιν >ἁπαγῆναι ἐν νεφέλαις< οἱ ἅγιοι >εἰς ἀπάντησιν τοῦ κυρίου καὶ σὺν αὐτῷ εἶναι< διηνεκῶς.