Ancient Greek · ~2 min
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 9, 36 >καὶ αὐτοὶ ἐσίγησαν καὶ οὐδενὶ <
Not analysed yet
Οὐδὲ βούλεται Ἰησοῦς λεχθῆναι τὰ τῆς δόξης αὐτοῦ πρὸ τῆς μετὰ τὸ πάθος αὐτοῦ· αὐτοῦ· ἐβλάβησαν γὰρ ἄν οἱ ἀχούοντες καὶ μάλιστα οἱ ὄχλοι τὸν οὕτω δεδοξασμένον δεωροῦντες σταυρούμενον. Οὐ τοίνυν φθονήσαντες ἔκρυψαν, ἀλλ᾿ ὡς φοβθέντες, μὴ ἀπιστηθῶσι. Φησὶ γὰρ ὁ Λουκᾶς· >καὶ αὐτοὶ ἐσίγησαν καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδέν ὧν ἑωρακασιν<. Πότε οὖν >ἀπήγγειλαν< Μετὰ τὴν ἀνάληψιν, μετὰ τὴν τοῦ πνεύματος παρουσίαν· τότε τότε γὰρ ἐπλήσθησαν παῤῥησίας καὶ Πνεύματος πατηξιώθησαν καὶ τὴν ἀπὸ τῶν σημείων εἶχον φωνὴν συνηγοροῦσαν αὐτοῖς, καὶ πάντα ὅσα ἔλεγον λοιπὸν εὐπαράδεκτα ἦν.