Ancient Greek · ~10 min
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 9, 45 >οἱ δὲ ἠγνόουν τὸ ῥῆμα τοῦτο<
Not analysed yet
Τοῦτο τοίνυν φησίν· εὶ καὶ ἐπὶ τοῦ παρόντος οὐ νοεῖτε τοὺς λόγους τούτους, ἐν καιρῷ αὐτοὺς νοήσετε τὴν ἄγνοιαν ἀποθέμενοι, ἐπὰν τελείως ἐπιστρέψητε πρός με καὶ περιαιρεθῆτε τὸ κάλυμμα, ὅπερ ἐν αὐτῷ τῷ πάθει περιελῶ ἀφ᾿ ὑμῶν, οὗ σύμβολον ὄψεσθε καταπέτασμα τοῦ ναοῦ ἐσχισένον. Τάχα δὲ καὶ καθόλου ἐν τοῖς μανθάνουσι πρῶτον δεῖ ἀγνοεῖσθαι τοὺς λόγους τῶν παραδιδομένων καὶ παρακεκαλύφθαι τὰ ῥήματα, ἵν’ ὕστερον μετὰ τὸ ἀποθέσθαι τοὺς ἀκροατὰς εἰς τὰ ὦτα ἑαυτῶν τοὺς λόγους ἡ σαφήωεια φανερωθῇ μετατιθεμένων τῶν λόγων ἀπὸ τῶν ὤτων εἰς τὴν καρδίαν. Ὅρα γοῦν ὅτι καὶ αὐτοῖς τοῖς μαθηταῖς πρότερον ἐν παραβολαῖς ἐλάλει ἀκούουσι μετὰ τῶν ἔξω, εἶτα μετὰ τοῦτο >κατ᾿ ἰδίαν< αὐτοῖς >ἐπέλυε πάντα<· καὶ ἡμεῖς καταμε λετήσαντες καὶ μηδαμῶς αὐτὰς συνέντες οἱονεὶ ἀναβλέπομεν ἐν τῇ συνεχεῖ μελέτῃ, κατὰ βραχὺ ἐλλάμποντος >ἐν ταῖς καρδίαις ἡμῶν< λόγου >πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης< αὐτοῦ, ὅς Τὸ δέ >μέλλει παραδίδοσθαι< παρὰ Ματθαίῳ καὶ Λουκᾷ παρίστησι σαφῶς τό· ὑπὸ τίνος; διόπερ ὡς ἔφαμεν ὁ μέν τις ἐρεῖ· ὑπὸ τοῦ Ἰούδα, ὁ δέ· ὑπὸ τοῦ λαοῦ· ἡμεῖς δὲ ἐπείπερ Ἰούδας καὶ ὁ λαὸς ἄνθρωποι ἦσαν, ἐφιστῶμεν, μήποτε βέλτιόν ἐστι κατακολουθήσαντας ἡμᾶς Παύλῳ λέγοντι περὶ τοῦ πατρός, >ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἀλλ᾿ ὑπέρ ἡμῶν Πάντων παρέδωκεν αὐτόν(, αὐτόν< τῷ λείπειν τό· ὑπὸ τοῦ θεοῦ. Ἐνθάδε δέ γενόμενος ζητήσεις, εἰ ταὐτὸ σημαινόμενόν ἐστι τοῦ >παραδεδόσθαι <τασσομένου ἐπὶ Ἰούδα καὶ τοῦ θεοῦ· ὁ μὲν οὖν τις φάσκων ταὐτὸν εἶναι τῇ προδέσει δώσει τὴν διαφοράν, καθ’ ἥν ὁ μέν Ἰούδας ὅτε ἀργυρίου αὐτὸν παραδιδοὺς ἐπιβουλευτικῶς παρέδωκεν αὐτόν, ὁ δὲ πατὴρ εὐεργετικῶς. Ἔτι πρόσχες πῶς εἴρται, ἵνα μὴ αἴσθωνται αὐτό· ὥσπερ γἀρ ἐστιν ἐν αἰσθήσει τὸ μὴ αἰσθάνεσθαι πολλάκις τῶν αἰσθητῶν κατὰ πάθος γινόμενον, οὕτως ἔστι καὶ ἢ κατὰ τὸ ἡγεμονικὸν ἀναισθητεῖν λόγων καὶ ῥήματος ἢ δυσαισθητεῖν. Ἐπεὶ δέ >φόβος κυρίου ἀρχὴ αἰσθησεως< μήποτε ὅν ἐφοβήθησαν οἱ μαθηταί, ὡς φαῦλος ἀπὸ τῆς ἐν αὐτοῖς ἀγνοίας τοῦ ῥήματος γέγονε, καὶ τοῦ παρακαλύμματος ἐμποδίζοντος αὐτοῖς διὰ τῆς ἐπερωτήσεως μαθεῖν· ὁ γὰρ οἰκονομῶν τὴν ἄγνοιαν καὶ παρακαλύπτων ἀπ᾿ αὐτῶν τὸ ῥῆμα ἑώρα ἀπὸ τῆς ἐπερωτήσεως, εἰ ἀπεκρίατο ἐπερωτώμενος ὁ σωτὴρ περιαιρεθησόμενος τὴν ἄγνοιαν καὶ τὸ παρακάλυμμα. Ἅμα δὲ καὶ συγκρῖνον, ὅτι ἐπὶ μὲν τῶν παραβολῶν >ἠρώτων αὐτὸν κατ᾿ ἰδίαν οἶ μαθηταὶ< καὶ οὐκ >ἐφοβοῦντο ἐπερωτῆσαι<· νῦν δὲ >ἐφοβή- θησαν αὐτὸν ἐπερωτῆσαι περὶ τοῦ ῥήματος τούτου< οἰκονομοῦντός τι τοῦ τὴν ἄγνοιαν ἐμποιοῦντος καὶ τὴν παρακάλυψιν ἐν αὐτοῖς. Ἐταμιεύετο δὲ εἰς ἐπιτήδειον καιρὸν τὴν περιαίρεσιν τῆς ἀγνοίας καὶ τοῦ παρακαλύμματος, μέλλων >παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων<.