Ancient Greek · ~4 min
Psalm 1
Origen, Fragmenta in Psalmos 1-150 [Dub.] 1.3
Not analysed yet
v. 3. Καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὁ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ, καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται, καὶ πάντα ὅσα ἄν ποιῇ κατευοδωθήσεται. Ξύλον ὁ Χριστὸς ἀναγέγραπται ἐν τῇ θεοπνεύστῳ γραφῇ. —Ὁ δὲ Ἀκύλας τὸ μεταπεφυτευμένον ἐξέδωκε· ἐῤῥιζόμενος γὰρ τῶν πατριαρχῶν ῥίζαις, μεταπεφύτευται εἰς τὸ καὶ ἄλλους μεταλαβεῖν αὐτοῦ τῆς εἰκόνος, τῆς κατὰ τὸ μεταφυτεύεσθαι λαμβανομένης, ἣ καὶ διὰ τὴν ψυχὴν εἴρηται τοῦ Σωτῆρος μεταφυτευθεῖσα ἔνθεν εἰς τὸν παράδεισον. Ἔφη γὰρ τῷ λῃστῇ· Σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ. Διεξόδους δὲ ὑδάτων, τὰς θείας γραφὰς, ἐν αἷς ἀπανταχοῦ ἔστιν εὑρεῖν Χριστὸν κηρυσσόμενον. Τὸν καρπὸν τοῦ ξύλου νοήσεις τὴν ὀρθὴν πίστιν. Φύλλα δὲ αὐτοῦ, τὴν πλήρωσιν τῶν ἐντολῶν. Ἔλεγε δέ τις τῶν ἁγίων, φύλλα εἶναι τῶν ἀσκητῶν τὴν ταπεινοφροσύνην, σκέπουσαν αὐτῶν τοὺς καρποὺς, καὶ μηδέποτε πίπτουσαν. —Κατευδωθήσεται· οὐ γὰρ ἔστι πρᾶξις τῶν κατὰ Θεὸν γενομένων ἀνωφελής.