Ancient Greek · ~1 min
1.4 to 1.5
Origen, Fragmenta in Psalmos 1-150 [Dub.] 1.4-5
Not analysed yet
v. 4. Οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως. Τίνες προτιθέασιν δεύτερον τὸ οὐχ οὕτως οὔτε δὲ τὸ ἑβραϊκὸν ἀνεδίπλωσε τὴν λέξιν, οὔτε τις τῶν ἑρμηνευσάντων ἐχρήσατο ἐπαναλήψει τῆς χρήσεως. v. 5. Διὰ τοῦτο οὐκ ἀναστήσονται οἱ ἀσεβεῖς ἐν κρίσει. Εἰπὼν, οὐκ ἀναστήσονται οἱ ἀσεβεῖς, εἰς κρίσιν φησὶν, οὐκ εἰς ἐρώτησιν.