Ancient Greek · ~4 min
Psalm 1
Origen, Fragmenta in Psalmos 1-150 [Dub.] 1.6
Not analysed yet
v. 6. Ὅτι γινώσκει Κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται. Τὸ γινώσκει, ἀντὶ τοῦ τιμᾷ, κατὰ τὸ εἰρημένον ὑπὸ Θεοῦ πρὸς Μωϋσῆν· Γινώσκω σὲ παρὰ πάντας, καὶ ηὗρες χάριν παρ’ ἐμοί. Σημειωτέον καθολικῶς ὅτι καλὸν μόνον γινώσκεται ὑπὸ Κυρίου· καλὸν γὰρ ὁδὸς δικαίων· ἀλλὰ καὶ ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ καὶ ὁδὸν δικαίων, εἰπών· Ἐγώ εἰμι ὁδός. —Ὁδὸς δὲ ἀσεβῶν, ἣν ὁδεύουσιν οἱ κακολογοῦντες δημιουργὸν, ὁμοιούμενοι χνῷ ἀπὸ ἀνέμου ἐκριπτομένῳ· διὸ τῆς ἐν κρίσει ἀναστάσεως οὐκ ἀξιοῦνται, ὡς οὐδὲ οἱ ἁμαρτολοὶ δικαίων βουλῆς. Δικαίων μὲν γὰρ ὁδὸς ἀξία γνώσεως οὖσα Θεοῦ, γινώσκεται ὑπ’ αὐτοῦ· ὁδὸς δὲ ἀσεβῶν ἀπολεῖται, ὡς οὐ γινωσκομένη ὑπὸ Κυρίου. —Εἰπὼν δὲ τὴν ὁδὸν τῶν ἀσεβῶν ἀπόλλυσθαι, διωρθώσατο τὰς τῶν αἱρετικῶν ὑπονοίας, οἰηθέντων τὰς οὐσίας αὐτῶν εἰς τὸ μὴ ὄν ἀφανίζεσθαι, ἐκ τοῦ εἰρῆσθαι· ἀλλ’ ἢ ὡσεὶ ὁ χνοῦς, ὅν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς· ἀπολομένης γὰρ τῆς ὁδοῦ, ἀνύπαρκτος ἡ ἀσεβεία γίνεται, τῶν οἷς συμβέβηκε καταλειπομένων.