Ancient Greek · ~1 min
10.5 to 10.6
Origen, Fragmenta in Psalmos 1-150 [Dub.] 10.5-6
Not analysed yet
v. 5. Ὁ δὲ ἀγαπῶν ἀδικίαν, μισεῖ τὴν ἑαυτοῦ ψυχήν. Εἱ ὁ ἀγαπῶν τὴν ἀδικίαν, μισεῖ τὴν ἑαυτοῦ ψυχὴν, ὁ μισῶν δηλονότι τὴν ἀδικίαν, ἀγαπᾷ τὴν ἑαυτοῦ ψυχήν. v. 6. Πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος, ἡ μέρις τοῦ ποτηρίου αὐτῶν. Ποτήριον νῦν τὴν κόλασιν ὀνομάζει, ἐν ᾧ κακίας καὶ ἀγνωσίας ἐγκέκραται πόμα.