Ancient Greek
Psalm 11
Origen, Fragmenta in Psalmos 1-150 [Dub.] 11.1
Not analysed yet
v. 1. Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος, ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων. Vatic. p. 690, 1. Ἐπειδὴ κινδυνεύει τῆς ἀληθείας ἀπεσβεσθῆναι τὸ χάρισμα, οἱ μὲν ὅσιοι ἐκλέλοιπον, αἱ δὲ ἀλήθειαι ὠλιγώθησαν· οὐκ ἐν τοῖς ὁσίοις μόνοις αἱ ἀλήθειαι, καὶ ἐν τοῖς ἀληθέσιν ἡ ὁσιότης. Ὁ ἐπειδὴ οἱ ὅσιοι ἐκλελείπασιν, διὰ τοῦτο ὠλιγώθησαν αἱ ἀλήθειαι· καὶ τάχα ἡ σπάνις τῶν ὁσίων αἰτία γέγονε τῶν πολλῶν αἱρέσεων.