Ancient Greek · ~3 min
Psalm 11
Origen, Fragmenta in Psalmos 1-150 [Dub.] 11.6
Not analysed yet
v. 6. Ἀπὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν, καὶ ἀπὸ τοῦ στεναγμοῦ τῶν πενήτων, νῦν ἀναστήσομαι, λέγει Κύριος· θήσομαι ἐν σωτηρίᾳ, παῤῥησιάσομαι ἐν αὐτῷ. Ἐὰν ἐκ τῆς ταλαιπωρίας τῶν πτωχῶν νῦν ἀναστήσομαι, φησὶ, λέγει Κύριος, τίς ἀνιστάμενον οὐ δέδοικεν Κύριον; Καί· Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψώθητι Ἀπευξώμεθα τὴν τοιαύτην ὕψωσιν, καὶ μὴ βουληθῶμεν ἰδεῖν ἐπαιρομένην χεῖρα κατὰ τῶν ἀπειθούντων, ἔτι καὶ μᾶλλον ἐπαφιεμένην τοῖς σκληροτέροις. Καὶ οὐκ ἐπελάθετο τῆς κραυγῆς τῶν πενήτων, καὶ οὐκ εἰς τέλος ἐπιληθήσεται ὁ πτωχός. Ἢ καὶ οὕτως· οἱ πτωχοὶ δι’ ἐμὲ καὶ πένητες γεγονότες τῷ σῷ πνεύματι, στένουσιν ἀεὶ ταπεινούμενοι, προσέχοντές μου τῷ λόγῳ, καὶ πίστιν ἀκλινῆ διασώζοντες· ὧν ἕνεκεν ἀναστήσομαι, καὶ κατὰ τὸ πρέπον, τῇ ἐμῇ ἀναστάσει σωτηρίαν θήσομαι πᾶσιν ἀνθρώποις.