Ancient Greek · ~2 min
Psalm 12
Origen, Fragmenta in Psalmos 1-150 [Dub.] 12.1
Not analysed yet
v. 1. Εἰς τό τέλος, ψαλμός τῷ Δαυίδ. Ὑπόθεσις Εὐσεβίου. Διὰ τό τέλος, τό παρὰ τῷ Θεῷ, πάντα τὰ πρὸ τοῦ τέλους ἀνδρικῶς ἠγωνίζετο· τὸ δὲ τέλος καρπός ὁ τῶν πόνων, ζωὴν αἰώνιον καὶ βασιλείαν οὐρανῶν τοῖς γνησίως ἀγωνιζομένοις προξενῶν. Ἐπεὶ τοίνυν καὶ ὁ Δαυὶδ τούτων εἷς ἦν, εἰς μὲν τὸ τέλος τῷ Θεῷ τὸν ψαλμόν καὶ τὴν ᾠδὴν ἀνέπεμπε. Κατὰ δὲ τὴν ἀρχὴν, ὡσανεὶ ἔτι ἀγωνιζόμενος, τὰς πρώτας προέφερε φωνάς