Ancient Greek · ~2 min
Psalm 12
Origen, Fragmenta in Psalmos 1-150 [Dub.] 12.2
Not analysed yet
v. 2. Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος; ἕως πότε ἀποστρέψεις τό πρόσωπόν σου ἀπ’ ἐμοῦ; Vatic. p. 650, 2. Τοῦ αὐτοῦ. Διδάσκων, τῆς μνήμης τοῦ Θεοῦ καιρῷ τινι ἀποπεπτωκέναι [τὴν λήθην]· (λήθην γὰρ ὁ Θεός ποιεῖται τῶν λανθανόντων αὐτοῦ· λανθάνει δὲ αὐτοῦ πᾶς ὁ ἁμαρτάνων)· ἀλλὰ καὶ ἐπεὶ ἀποστρέφει τὸ πρόσωπον αὑτοῦ ἀπό τῶν αἰσχρόν τι πραττόντων ἀναξίως τῶν αὐτοῦ ὀφθαλμῶν, τουτέστι τῆς θεωρητικῆς καὶ ἐπισκοπικῆς αὐτοῦ δυνάμεως, βιούντων μεγάλως φροντιζόντων περὶ τῆς κρίσεως τοῦ Θεοῦ, καὶ ἀγωνιῶν ἐφ’ οἶς ἑαυτῷ συνῄδει, πληττόμενός τε ὑπὸ τοῦ συνειδότος, καὶ τὴν ψυχὴν ὑπὸ λογισμῶν ἀνιώμενος, ἐπιλέγει·