Ancient Greek · ~2 min
Psalm 16
Origen, Fragmenta in Psalmos 1-150 [Dub.] 16.3
Not analysed yet
v. 3. Ἐδοκίμασας τὴν καρδίαν μου, ἐπεσκέψω νυκτός. Vatic. p. 691, 2. Εἰ ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμασίαν, ἡ θλῖψις ἄρα δοκιμασίαν κατεργάζεται· εἰ δὲ ἡ δοκιμασία ἐν νυκτὶ διέδραμεν, ἡ νὺξ ἐνταῦθα τὴν θλῖψιν σημαίνει, ἐν ἡ σκοτοῦται πταιομένη ψυχὴ λογική. —Εἰσέλθετε διὰ τῆς στενῆς πύλης καὶ τεθλιμμένης ὁδοῦ, τουτέστι τῆς πρακτικῆς, τις δοκεῖ πρῶτον ὀδύνης, καὶ οὐ χαρᾶς πρόξενος, ὕστερον μέντοι καρποὺς δικαιοσύνης ἀποδιδοῦσα τοῖς δι’ αὐτῆς γεγυμνασμένοις.