Ancient Greek · ~2 min
Psalm 16
Origen, Fragmenta in Psalmos 1-150 [Dub.] 16.7
Not analysed yet
v. 7. Θαυμάστωσον τὰ ἐλέη σου, ὁ σώζων τοὺς ἐλπίζοντας ἐπὶ σέ· ἐκ τῶν ἀνθεστηκότων τῇ δεξιᾷ σου φύλαξόν με, ὡς κόρην ὀφθαλμοῦ. Ὥσπερ τὴν πλήξασαν αὐτὸν δύναμιν, ὁ Ἰὼβ χεῖρα λέγει Θεοῦ· Ἡ χείρ ἐστί σου, φησὶν, μή με στροβῇ τοσούτως. Καὶ τοὺς ἐχθροὺς τῆς εὐεργετικῆς χειρὸς τοῦ Θεοῦ καλεῖ ὁ Δαυὶδ ῥομφαίαν Θεοῦ. Χείρ δὲ εὐεργετικὴ Θεοῦ οἱ ἄγγελοί εἰσιν, δι’ ὧν προνοεῖται κόσμου τοῦ αἰσθητοῦ, οἶς ἀντίκεινται δαίμονες, βουλομένοις πάντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.