Ancient Greek · ~2 min
Psalm 17
Origen, Fragmenta in Psalmos 1-150 [Dub.] 17.9
Not analysed yet
v. 9. Ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ, καὶ πῦρ ἀπὸ προσώπου αὐτοῦ κατεφλόγισεν, ἄνθρακες ἀνήφθησαν ἀπ’ αὐτοῦ. Vat. 632, 2. Ὠργίσθη, φησὶ, καὶ κατέβαλεν τὸ πῦρ, δι’ οὗ πάλιν τοὺς ἀνθρώπους κατέφλεγεν. Ἄνθρακες, ὁ τῶν ἀποστόλων χορός τούτου γὰρ τοῦ πυρὸς κατὰ τὴν ἡμέραν τῆς Πεντηκοστῆς μεταλαβόντες, καὶ γλώσσας ἐπὶ τῶν κεφαλῶν πυρίνας δεξάμενοι, ἄνθρακες εἰκότως ἐχρημάτιζον, φωτίζοντες ὁμοῦ τὰ ἔθνη καὶ καθάροντες· ὅτι ταῦτα ἐγένετο, τοῖς ἑξῆς ἐπαγομένοις μάνθανε·