Ancient Greek · ~1 min
Psalm 18
Origen, Fragmenta in Psalmos 1-150 [Dub.] 18.10
Not analysed yet
v. 10. Τὰ κρίματα Κυρίου ἀληθινὰ, δεδικαιωμένα ἐπὶ τὸ αὐτό. Ἀναγκαῖον τοῖς δύο στίχοις τοῖς προτέροις τόν τρίτον προσέθηκε· τὰ γὰρ τοῦ Θεοῦ κρίματα, τοῖς μὲν ἁμαρτάνουσι καὶ παραβάταις φοβερὰ καὶ ἀποζητητέα καθέστηκεν· τοῖς δὲ ἐργαζομένοις τοῦ Θεοῦ τὸν νόμον καὶ φυλάττουσι παντὸς πλούτου τιμιώτερα, διὰ τὴν ἐλπίδα τῆς ἀμοιβῆς, ἀλλὰ μὴν καὶ πάσης ἡδονῆς γλυκύτερα φαίνεται.