Ancient Greek · ~2 min
Psalm 18
Origen, Fragmenta in Psalmos 1-150 [Dub.] 18.8
Not analysed yet
v. 8. Ὁ νόμος τοῦ Κυρίου ἄμωμος, ἐπιστρέφων ψυχάς. Ὠρ. Ζητητέον πότερον ἀπὸ κακίας ἐπιστρέψειεν ἐπὶ τὴν ἀρετὴν, ἢ ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητά· καὶ τάχα τὰ δεύτερον· τὸ γὰρ πρότερον, ἡ ἐντολὴ πέφυκεν ποιεῖν νόμον, τὸν εὐαγγελικὸν δηλονότι, ὡς ἤδη δὲ ἀπὸ τῶν προειρημένων στοιχείων παιδαγωγηθέντες οἱ ἐξ ἐθνῶν, ἕνα εἶναι τόν δημιουργὸν, διδάσκονται λοιπόν καὶ τὸν εὐαγγελικὸν νόμον, ὡς καὶ ἐπέστρεψε τῶν ἐθνῶν ἁπάντων τὰς ψυχὰς εἰς τὴν ἀλήθειαν. —Διὰ τὴν ἐνάπειρον περὶ ἡμᾶς ἀγάπην αὐτοῦ, οὔτε πόρνον, οὕτε λῃστὴν παρατρέχει, τοὺς ἄγαν αὐτοῦ φυγόντας τὴν ἀγάπην, καὶ εἰς τὰ ἔσχατα τῆς ἁμαρτίας φθάσαντας.