Ancient Greek · ~7 min
Psalm 18
Origen, Fragmenta in Psalmos 1-150 [Dub.] 18.4
Not analysed yet
v. 3, 4. Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν. Οὐκ εἰσὶ λαλιαὶ, οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν. Vatic. p. 634, 2. Εὐσεβίου. Νὺξ καὶ ἡμέρα τεταγμένα μέτρα τυγχάνοντα τῆς κατὰ καιρὸν ὑποχωρήσεως, κατά τε μείωσιν καὶ αὔξησιν, καὶ τὴν πρὸς ἄλληλα διὰ παντὸς ἀναλογίαν φυλάττοντα, κηρύττει διὰ τῶν ἔργων τὸν ἀμφότερα διαστήσαντα· οὖ γὰρ ἐν τοῖς κατὰ τύχην τὸ διηνεκὲς, καὶ ἀσύγχυτον, ἀλλὰ σοφίας ἔκγονος ἁρμονία. Αἱ δὲ τῶν λόγων αὐτῶν φωναὶ οὐκ εἰσὶ τῶν μὴ ἀκουομένων· πανταχοῦ γὰρ τῆς οἰκουμένης διὰ τῆς θέας ἀκούονται οὐρανῶν τε βλεπομένων, καὶ νυκτὸς καὶ ἡμέρας. Προσεχρήσατο δὲ τοῖς ῥητοῖς τούτοις ἐπὶ τῶν ἀποστόλων ὁ Παῦλος διὸ καὶ ἀορίστως ἔφη, ἀλλ’ οὐχ ὡς εἴωθεν ἐπὶ τῶν προηγουμένων λέγειν· Ἡσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ. Καὶ πάλιν· Καθὼς προείρηκεν Ἡσαΐας. Καὶ πάλιν· Καθὼς γέγραπται. Καὶ αὖθις· Λέγει γὰρ ἡ γραφή. Σύμμαχος δὲ σαφέστερον ἐξέδωκεν· Καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν, οὐ ῥήσεσιν, οὐδὲ λόγοις, ὧν οὐκ ἀκούονται φωναὶ, ἀλλ’ εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ἦχος. Ἢ κατὰ τὸν Ἀκύλαν· Ὁ κανὼν αὐτῶν, οὐδὲ γὰρ λόγον οὐδὲ φωνὴν ἀφιεῖται· Τὸν κανόνα δὲ καὶ τὴν οἰκείαν τάξιν ὑποδεικνῦσαι, πᾶσαν γῆν καὶ θάλατταν εἰς τὴν θείαν ὑμνῳδίαν καλοῦσιν. —Ἡμέρα δὲ τῆς ἀναστάσεως τῇ ἡμέρᾳ τοῦ σταυροῦ ἐρεύγεται ῥῆμα, πῶς ὁ ἐν ἐκείνῃ σταυρωθεὶς, ἐνταῦθα ὡς Θεὸς ἀνέστη, καὶ τοὺς νεκροὺς ἀνέστησεν. Καὶ νὺξ ἡ πρὸ τοῦ σταυροῦ γενομένη τῇ νυκτὶ τῆς τοῦ Χριστοῦ παραδόσεως τοιαύτην ἀναγγέλλει γνῶσιν, πῶς ἐν ἐκείνῃ δειλιῶν καὶ προσευχόμενος, ὕστερον δὲ καὶ παραδοθεὶς, ἐν ταύτῃ τῶν στοιχείων δεσπότης, ὥστε καὶ νύκτα κατὰ τὸ μέσον ἐπαγεῖν τῆς ἡμέρας, ἀποδέδεικται.