Ancient Greek · ~4 min
Psalm 18
Origen, Fragmenta in Psalmos 1-150 [Dub.] 18.6
Not analysed yet
v. 6. Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ, καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ, ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν αὐτοῦ. Ἀθανασίου. Παστὸν τὴν Παρθένον ἐκάλεσεν, ἐξ ἦς ὁ νυμφίος Χριστὸς ἐπορεύετο, παντὸς ῥύπου καθαρὸς, ἀπὸ καθαρᾶς παστάδος προερχόμενος. Παστὰς δὲ τοῦ Χριστοῦ ἡ ἁγία Παρθένος, ἐπειδὴ χωρὶς ἀνδρὸς τεκοῦσα, νυμφίον ἔσχεν εἰκότως τὸν τικτόμενον αὐτὸν, ἀοράτῳ δυνάμει τὸν τόκον ἐνεργήσαντα. —Γίγας ἑρμηνεύεται ἐπιπίπτων, λαμβάνεται δὲ εἰς τόν Κύριον· αὐτὸς γὰρ ἠγαλλιάσατο κατὰ τὸν καιρὸν τῆς οἰκονομίας, τὴν ἡμετέραν σωτηρίαν πραγματευόμενος, καὶ ἐπέπεσε ταῖς δαιμονικαῖς φάλαγξι, καταργήσας αὐτῶν καθ’ ἡμῶν δυναστείαν. Ὁδὸν δὲ τὴν τοῦ Κυρίου ἐνανθρώπησιν νόησον, ἐν ἡ καθάπερ γίγας διὰ τὴν ἰσχὺν τὴν ἐν τῷ σταυρῷ καὶ τῷ θανάτῳ πεπραγμένην ἀγαλλιώμενος ἔτρεχεν. Ἀρτίως ἠγαλλιάσατο ἐν τῷ εὐαγγελίῳ διὰ τὴν εὕρεσιν τοῦ ἑνὸς προβάτου. Εἴασε γὰρ τὰ ἐννενήκοντα ἐννέα πρόβατα τὰ μὴ πλανηθέντα, τουτέστι τὰς ἀγγελικὰς δυνάμεις, ἐπὶ τὰ ὄρη, τουτέστιν ἐν τοῖς οὐρανοῖς, καὶ ἦλθεν ἐπὶ τὸ πεπλανημένον πρόβατον, καὶ εὑρὼν αὐτὸ ἠγαλλιάσατο· ἢ ἔδραμε τὴν ἐπ’ οὐρανοὺς ὁδόν ἀγαλλιῶν, εἴτε ἀπὸ γῆς εἰς τὰ καταχθόνια ἔδραμε.