Ancient Greek
Psalm 2
Origen, Fragmenta in Psalmos 1-150 [Dub.] 2.3
Not analysed yet
v. 3. Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀποῤῥίψωμεν ἀφ’ ἡμῶν τὸν ζυγὸν αὐτῶν. Τὰ γὰρ ἔθνη τοῖς ἰδίοις ἁμαρτήμασι περισφίγγεται οὐκ ὄντα ἐλεύθερα· διό φησιν ὁ Χριστὸς, ἢ πρὸς τοὺς αὐτῷ διακονοῦντας ἀγγέλους, ἢ πρὸς τὸν Πατέρα καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἢ πρὸς τοὺς ἀποστόλους τοὺς ὑπηρέτας τοῦ εὐαγγελίου, ταῦτα παρακαλῶν, αὐτῶν διασπᾶν τοὺς δεσμούς. Οἱ μὲν λαοὶ σωματικῶς τυγχάνοντες ὑπὸ τὸν τοῦ νόμου ζυγὸν, τοῦ δικαιώματα περιέχοντος οὐ καλὰ καὶ προστάγματα οὐ καλὰ, προσαγόμενοι δὲ διὰ τοῦ Χριστοῦ τῷ πνευματικῷ νόμῳ, τῷ τὰ καλὰ δικαιώματα ἔχοντι καὶ προστάγματα, ἀποτίθενται τὸν βαρὺν τοῦ ἀποκτείνοντος γράμματος ζυγὸν, τοῦ Σωτῆρος λέγοντος πρὸς τοὺς προειρημένους συνεργοὺς τό· Ἀποῤῥίψωμεν ἀφ’ ἡμῶν τὸν ζυγὸν αὐτῶν, ἤτοι ἀφ’ ἑαυτῶν ποιήσωμεν τοῦτον, μὴ περιμείναντες τῶν βαρουμένων τὴν δέησιν. Ἢ ὡς καὶ αὐτὸς ὑπὸ τὸν νόμον γενόμενος (ἐγράφη γάρ· καὶ περιεττμήθη, καὶ τοῖς σάββασιν αὐτῶν ἠκολούθησεν) τουτέστιν, ἀπ’ ἐμοῦ καὶ τῶν πειθομένων, ἤγουν τὸν ζυγὸν αὐτῶν ἡμέτερον βάρος ἡγούμενοι, διὰ τὴν πρὸς αὐτοὺς ἀγάπην, αὐτὸν ἀποῤῥίψωμεν· ταῦτα μὲν οὖν περὶ ἀνθρώπων, τῶν τε ἀπὸ ἐθνῶν καὶ τοῦ λαοῦ.