Ancient Greek
Psalm 2
Origen, Fragmenta in Psalmos 1-150 [Dub.] 2.4
Not analysed yet
v. 4. Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς. Τὸ δέ· Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, πρὸς τοὺς βασιλεῖς τῆς γῆς, οὓς ὁ ἐν οὐρανοῖς ἐκγελάσεται Κύριος, φρόνημα γήϊνον ἔχοντας, καὶ μὴ νενομηκότας τὴν περὶ ἐνανθρώπησιν τοῦ Σωτῆρος σοφίαν. Ἐκμυκτηριεῖ δὲ καὶ τοὺς ἄρχοντας. Ἔπρεπε δὲ φῆσαι τῷ Υἱῷ τοῦ Θεοῦ· ὡς εἰ καὶ τὰ ἔθνη ἐκρύαξαν, καὶ οἱ λαοὶ ἐμελέτησαν κενὰ, ἡμεῖς δὲ τῶν μὲν τοὺς δεσμοὺς διαῤῥήξωμεν, τῶν δὲ τὸν ζυγὸν ἀποῤῥίψωμεν, ἐπεὶ μηκέτι δέχονται τὴν θεραπείαν ῥαδίως. Οὐ γὰρ ἔθελον εἴσω τῆς ἱερᾶς σαγήνης γενέσθαι, περὶ ἧς γέγραπται· Ὅμοιός ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν τῇ σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν.