Ancient Greek
Psalm 21
Origen, Fragmenta in Psalmos 1-150 [Dub.] 21.21
Not analysed yet
v. 21. Ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου. Καὶ πρὸς τὴν ἁγίαν θεοτόκον ὁ Συμεών φησι· Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία. Καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου. Ἑνικῶς δὲ νῦν, οὓς εἶπεν ἄνω κύνας, διὰ τὸ γένος καλεῖ. —Μονογενῆ δὲ τὴν ἰδίαν ψυχὴν εἶπεν, ὡς μόνην ἁμαρτίαν μὴ γνοῦσαν· ἀλλὰ καὶ ὅτι μόνη διὰ παντὸς εἶχε τοῦ Θεοῦ Λόγου τὴν ἕνωσιν. Τάχα δὲ τὴν παραστᾶσαν ἐκκλησίαν αὐτῷ λέγει μονογενῆ, μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα, ἐκ τῶν ἀμώμων τελείως συμπληρωμένην, ὧν κατὰ προκοπὴν εἰς διάφορα τάγματα διῃρημένην· ἐξήκοντα μέν εἰσι βασιλίδες, ὀγδοήκοντα δὲ παλακαὶ, καὶ νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός· ὑπὲρ δὲ πάσας ἐστὶ περιστερὰ τελεία, μονογενὴς οὖσα τῇ μητρὶ τῇ ἄνω Ἰερουσαλήμ.