Ancient Greek · ~2 min
21.4 to 21.19
Origen, Fragmenta in Psalmos 1-150 [Dub.] 21.4-19
Not analysed yet
v. 4. Σὺ δὲ ἐν ἁγίῳ κατοικεῖς, ὁ ἔπαινος Ἰσραήλ. Vatic. p. 636, 1. Ἐντεῦθεν μανθάνομεν ὅτι αὐτοέπαινός ἐστιν ὁ Κύριος καὶ ἐπαινούμενος ὑπὸ τοῦ Ἰσραὴλ, ἡ αὐτὸς ἔπαινος ὤν. v. 7. Ἐγὼ δέ εἰμι σκώληξ. Ὡς ἐκ προσώπου τοῦ σαρκωθέντος Θεοῦ λέγει, εἰ καὶ μὴ κατὰ τὴν Θεότητα λαμβανόμενον, ἀλλὰ κατὰ τὸ φαινόμενον καὶ τὸ ταπεινὸν τῆς σαρκὸς, τό· Ἐγώ εἰμι ὁ σκώληξ. v. 19. Αὐτοὶ δὲ κατενόησαν, καὶ ἐπεῖδόν με. Ψηλαφῶντες, κατὰ τὸ εἰκὸς, ἅπαν αὐτοῦ τὸ σῶμα καὶ ἀναμετροῦντες ἕκαστον τῶν ὀστέων, ἵνα ἴδοιεν οὗ τοὺς ἥλους πῆξαι χρή.