Ancient Greek · ~3 min
Psalm 22
Origen, Fragmenta in Psalmos 1-150 [Dub.] 22.3
Not analysed yet
v. 3. Τὴν ψυχήν μου ἐπέστρεψεν, ὡδήγησέ με ἐπὶ τρίβους δικαιοσύνης, ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ. Ἐπέβη γὰρ ὥσπερ ὁ ποιμὴν, καὶ προέτριψε τρίβους, ὡς ἰδίου αὐτοῦ προβάτου τοῖς ἴχνεσιν ἐπακολουθεῖν. Δικαιοσύνη μὲν οὖν ἡ πρακτικὴ τῶν δικαίων ἕξις, ἧς αἱ κατὰ τὴν ἐνέργειαν τρίβοι. Εἰ δὲ δικαιοσύνην εἴποι τις τὴν γενικὴν ἀρετὴν, τρίβους ἐρεῖ ταύτης τὰς κατ’ εἶδος ἀρετὰς, ἐφ’ ἃς ὁδηγεῖ τὸν τὴν αὐτοῦ προσηγορίαν ἐπιγραφόμενον. Τὴν ψυχήν μου, φησὶν, ἐπέστρεψε, πλανηθεῖσαν ἐκ τῶν οἰκείων ἢ καταπεσοῦσαν· ἢ ἐκπεσοῦσαν τὴν ψυχὴν ἐπιστρέφει ὁ Κύριος, καὶ ἀποκαθίστησι μετὰ τὸ ποιμᾶναι, καὶ εἰς τόπον χλόης κατασκηνεῖται· εἶτα ἐπιστρέψας ὁδηγεῖ ἐπὶ τρίβους δικαιοσύνης καὶ ἀρετῆς.